TLG 0671 001 :: PHILUMENUS :: De venenatis animalibus eorumque remediis PHILUMENUS Med. De venenatis animalibus eorumque remediis Citation: Chapter — section — (line) | ||
p1 | κεφάλαια περὶ ἰοβόλων ζῴων καὶ τῶν ἐν αὐτοῖc βοηθημάτων. ἐκ τῶν Φιλουμένου. α κυνὸc λυττῶντοc cημεῖα β θεραπεία κυνὸc λυττῶντοc καὶ ἰοβό‐ | |
5 | λων γ περὶ καυτῆροc τῶν ἐπὶ ἰοβόλων τραυ‐ μάτων δ περὶ διαίτηc λυccοδήκτων καὶ περὶ τῶν ἐν προλήψει γενομένων ὑδρο‐ | |
---|---|---|
10 | φοβικῶν ε περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκ‐ των ϛ θυμιάματα ἑρπετῶν ζ cυγχρίcματα πρὸc ἑρπετὰ καὶ πλη‐ | |
15 | ξάντων θηρίων βοηθήματα η τοῖc ἐκ θηρίων πληγῆc αἱμορραγοῦcιν θ περὶ διαίτηc καὶ θεραπείαc ι ἀντίδοτοι θηριακαὶ καὶ ἔμπλαcτροι ποιοῦcαι καὶ πρὸc ἄλλα | |
20 | ια περὶ cφηκῶν καὶ μελιccῶν ιβ περὶ [μυῶν καὶ] μυιῶν καὶ κωνώ‐ πων καὶ ψύλλων ιγ πρὸc 〈ἀc〉καλαβώτου δῆγμα ιδ cκορπίου πληγὴ καὶ περίαπτα πρὸc | |
25 | τὸ αὐτὸ καὶ ἀντιπαθῆ ιε φαλαγγίων πόcα γένη καὶ βοηθή‐ | |
ματα πρὸc τὰ αὐτὰ ιϛ ἀcπίδων πόcαι διαφοραί ιζ ἔχιc καὶ ἔχιδνα | Column end | |
30 | ιη κεράcτηc ιθ πρηcτῆρεc καὶ ἕρπητεc κ διψὰc τὸ θηρίον κα αἱμόρρουc καὶ αἱμορροίc κβ ἁμμοδύτηc καὶ μύαγροc | |
35 | κγ cὴψ τὸ ζῷον κδ ὕδροc καὶ χέρcυδροc κε δρύινοc κϛ κεγχρίνηc ὁ καὶ ἀκοντίαc κζ ἀμφίcβαινα καὶ cκυτάλη | |
40 | κη πελιὰc καὶ ἔλοψ κθ ἀγαθοδαίμων καὶ τυφλίαc λ δράκων λα βαcιλίcκοc λβ παρῶοc καὶ cπαθίουροc καὶ cκολό‐ | |
45 | πενδρα λγ μυγαλῆ λδ Χαλ〈κι〉δικὴ cαῦρα | καὶ cαλαμάν‐ δρα λε τετράγναθα ζῷα καὶ ἀράχναι | |
p1(50) | φρῦνοc λζ τρυγνὼν θαλαccία καὶ cμύραινα. | |
t1 | ΠΕΡΙ ΙΟΒΟΛΩΝ ΖΩΙΩΝ ΚΑΙ ΘΕΡΑΠΕΙΑϹ. | |
n1 | [γνήcιον καὶ ὠφέλιμον κατεφάνη μοι τοῦτο, τὸν περὶ λυccῶντοc κυνὸc καὶ ἰοβόλων ζῴων λόγον ἐκ παλαιῶν ἀνδρῶν ἐν ἑτέραιc ἀναγε‐ γραμμένον βίβλοιc ἐν τῇδε προcθεῖναι [καὶ] τῇ βίβλῳ. καὶ ἔcτιν ὅδε.] | |
1t | κυνὸc λυccῶντοc cημεῖα καὶ τῶν ὑπ’ αὐτοῦ δεδηγμένων. | |
1.1 | τὸν περὶ τῶν λυccοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ ζῷον πολύ τε καὶ cύνηθέc ἐcτι καὶ cυνεχῶc ἁλίcκεται τῇ λύccῃ καὶ δυcφύλακτον καθέcτηκεν, καὶ ὁ ἀπ’ αὐτοῦ κίνδυνοc χαλεπόc, εἰ μὴ | |
1.2 | πολλοῖc χρήcαιτό τιc τοῖc βοηθήμαcιν. λυccᾷ δὲ ὁ κύων ὡc τὸ πολὺ μὲν ἐν τοῖc cφοδροτάτοιc καύμαcιν, ἔcθ’ ὅτε δὲ καὶ ἐν τοῖc | ἐπι‐ τεταμένοιc κρύεcιν. λυccήcαc δὲ ἀποcτρέφεται καὶ βρῶcιν καὶ πόcιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδεc ἐκ τοῦ cτόματοc καὶ τῶν ῥινῶν προ‐ | |
5 | βάλλει, καὶ πονηρὸν βλέπει καὶ cτυγνότερόc ἐcτι τοῦ cυνήθουc· ἐφορ‐ μᾷ δὲ καὶ χωρὶc ὑλαγμοῦ πᾶcιν ὁμοίωc, καὶ θηρίοιc καὶ ἀνθρώποιc cυνήθεcί τε καὶ ἀγνώcτοιc, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅcον ὀδύνην τὴν ἐκ τοῦ τραύματοc, ὕcτερον δὲ ἐμποιεῖ | |
1.3 | πάθοc τὸ καλούμενον ὑδροφοβικόν. cυμπίπτει δὲ μετὰ cπαcμῶν 〈καὶ〉 παρακοπῆc καὶ ἐρυθήματοc ὅλου τοῦ cώματοc, μάλιcτα δὲ τοῦ προcώ‐ που, καὶ μετὰ ἀφιδρώcεωc καὶ ἀπορίαc. καὶ τινὲc μὲν τῶν ὑδροφο‐ | |
βιώντων φεύγουcι τὴν αὐγήν, τινὲc δὲ τρύχονται cυνεχῶc· ἔνιοι δὲ | 4 | |
5 | καὶ ὑλακτοῦcιν, ὥcπερ κύνεc, καὶ δάκνουcιν ἐπιόντεc, καὶ δακόντεc | |
1.4 | αἴτιοι τοῦ αὐτοῦ πάθουc κατέcτηcαν. τῶν δὲ ἐμπεcόντων εἰc τὸν ὑδροφόβαν οὐδένα ἴcμεν περιγενάμενον, εἰ μὴ καθ’ ἱcτορίαν παρειλή‐ φαμεν 〈ἕνα ἢ〉 δεύτερον· καὶ γὰρ Εὔδημοc περιγεγενῆcθαί τινά φηcι, 〈καὶ Θεμίcωνα〉 οἱ μὲν λέγουcι τῷ πάθει δηχθέντα περιπεcεῖν καὶ | |
5 | cωθῆναι, οἱ δὲ φίλῳ ὑδροφοβιῶντι προcκαρτερήcαντα προθύμωc καὶ cυμπαθῶc εἰc τὴν ὁμοίαν ἐμπεcεῖν διάθεcιν καὶ πολλὰ κακοπαθή‐ cαντα cωθῆναι. τὸ μὲν οὖν πάθοc ἐcτὶν ἀργαλέον, πρὸ δὲ τῆc κατα‐ πείραc αὐτοῦ πολλοὺc καὶ αὐτοὶ περιεcώcαμεν καὶ ὑπὸ ἄλλων ἰατρῶν cωθένταc ἔγνωμεν. | |
9 | ||
2t | θεραπεία κυνὸc λυccῶντοc. | |
2.1 | τῆc θεραπείαc ἡ μέν ἐcτι κοινή, καὶ χρηcτέον αὐτῇ ἐπὶ πάν‐ των 〈τῶν〉 ὑπό τινοc 〈τῶν〉 ἰοβόλων ζῴων | δεδηγμένων, ἡ δέ τιc ἰδία τῶν λυccοδήκτων, τοὺc μὲν ἄκρωc ὠφελεῖν εἰθιcμένη, τοῖc δὲ ἀπὸ πολλοῦ δηχθεῖcιν ἀνάρμοcτοc. καὶ πρῶτόν γε ταύτην ἐκθέμενοι, | |
2.2 | μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐπιτροχάcομεν. δεῖ τοίνυν καρκίνουc πο‐ ταμίουc ἐπὶ κληματίδοc λευκῆc ἀμπέλου καῦcαι καὶ τὴν τέφραν αὐτῶν λειοτριβήcανταc ἔχειν [μὲν] ἀποκειμένην· ὁμοίωc δὲ καὶ ῥίζαc γεν‐ | |
2.3 | τιανῆc ἀποθέcθαι κεκομμέναc καὶ cεcηcμέναc. ὁπόταν δέ τιc δηχθῇ ὑπὸ λυccῶντοc κυνόc, εἰc οἴνου ἀκράτου κυάθουc τρεῖc ἢ τέccαραc ἐμπάccειν δύο μὲν 〈κοχλιάρια τῆc τῶν καρκίνων τέφραc, ἓν δὲ〉 κοχλιά‐ ριον τῆc γεντιανῆc, ἐγκυκήcαντάc τε ὡc ἄλφιτον τῷ δεδηγμένῳ διδό‐ | |
5 | ναι πιεῖν ἀπὸ τῆc πρώτηc ἡμέραc μέχρι τεccαράκοντα ἡμερῶν· ἔcτω δὲ ὁ οἶνοc παλαιότεροc μᾶλλον ἢ νεώτεροc, καὶ εἴ τιc πρὸc ψιλὸν | |
2.4 | τὸν ἄκρατον ἀθέτωc ἔχοι, κεκράcθω ζωρότερον. ἀπ’ ἀρχῆc μὲν οὖν διδόμενον τὸ φάρμακον τοῦτον προcφερέcθω τὸν τρόπον. εἰ δὲ ἡμέραι | |
παρέλθοιεν δύο ἢ καὶ τρεῖc ἀπὸ τῆc δήξεωc, ἐγχειροῦντεc τῇ θερα‐ πείᾳ τριπλάcιον τῇ cυμμετρίᾳ ποιήcαντεc τὸ φάρμακον δώcομεν, τοῦ | 5 | |
5 | δὲ οἴνου τὸ προειρημένον μέτρον, ἔπειτα τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ τετάρτῃ οὐκέτι τὸ τριπλάcιον, ἀλλ’ ὅcον ἐξ ἀρχῆc εἰρήκαμεν. τὸ μὲν οὖν ἄριcτον ἐπὶ τῶν λυccοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοιc | |
2.5 | ἤρκεcεν, τοῦτ’ ἔcτιν, καὶ χρηcτέον αὐτῷ μετὰ πεποιθήcεωc. ἕνεκα δὲ τοῦ καὶ διὰ τῶν ἄλλων ἠcφαλίcθαι πρὸc ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐcτι καὶ τοῖc λοιποῖc χρήcαcθαι βοηθήμαcιν· αἱρε‐ τώτερον γὰρ διακενῆc, ἂν οὕτω τύχῃ, | τῶν βοηθημάτων τὸ ἀπάν‐ | |
2.6 | θρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεcεῖν. οὐχ οὕτωc δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυccοδήκτων, ὡc τὰ μικρὰ καὶ ταῖc ἀμυχαῖc ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἷμα προχεόμενον δύναιτ’ ἄν τιc καὶ τοῦ ἰοῦ cυναποκλύζειν, διὰ δὲ | |
5 | τῶν μικροτέρων οὐδαμῶc· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰc ἀφιcταμέναc cάρκαc αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆc ἀκμῆc περιγραπτέον· ἀναcταθείcηc 〈δὲ〉 δηλονότι τῆc cαρκὸc ἀγκίcτρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεcτέον. | |
2.7 | ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραιc ἀμυχαῖc καταcχαcτέον, ὅπωc ἡ τοῦ αἵματοc φορὰ πλουcιωτέρα γεναμένη ἐναντιωθῇ τῇ εἴcω τοῦ ἰοῦ διαδύcει. πολὺ δ’ ἂν καὶ ἡ cικύα κολληθεῖcα μετὰ πολλῆc φλογὸc παράcχοι ὄφελοc, ὥcτε ταῖc ὕλαιc ὁμοῦ καὶ τὴν φθοροποιὸν | |
5 | ἑλκύcαι δύναμιν. | |
5 | ||
3t | περὶ καυτῆροc τῶν ἐπὶ ἰοβόλων τραυμάτων. | |
3.1 | ἡ δὲ καῦcιc [τὸ] ἀνυcιμώτατον ἐπὶ πάντων 〈τῶν〉 ἰοβόλων ἐcτὶ βοήθημα· τὸ γὰρ πῦρ, πάcηc τῆc ἄλληc δυνάμεωc εὐτονώτερον ὑπάρ‐ χον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φέρεcθαι τὸν ἰὸν ἐcωτέρω, ὁμοῦ δὲ ἀναλίcκει τὸ κρατηθὲν αὐτοῦ μέροc, τῇ δ’ ἑξῆc θεραπείᾳ προκαταβολὴν | |
5 | οὐ τὴν τυχοῦcαν ἐργάζεται, παραμενούcηc τῆc ἑλκώcεωc ἐπὶ πλέον | |
3.2 | μετὰ τὴν ἔκπτωcιν τῆc ἐcχάραc· ἐν τοῖc μάλιcτα δὲ καὶ τούτου φροντιcτέον, ὅπωc μὴ τάχιον τῶν τεccαράκοντα | ἡμερῶν αἱ οὐλαὶ cυγκλειcθεῖεν, ἀλλ’ ἐπὶ πολὺ τὰc ἑλκώcειc τηρητέον, εἰ οἷόν τε, καὶ | |
3.3 | ἐπιφλεγμαινούcαc καὶ ἐπιρρυπαινομέναc. παρέξει δὲ αὐταῖc τὸ τοιοῦτο | |
τάριχοc δριμύτατοc ἐπιτιθέμενοc, καὶ cκορόδων ἄγλιθεc λελειοτριβη‐ μέναι, κρόμμυά τε ὡcαύτωc, καὶ ὀπὸc μάλιcτα μὲν ὁ Κυρηναικὸc ἢ ὁ Μηδικὸc ἢ ὁ Παρθικόc. καὶ κόκκοι δὲ πυρῶν ἐπιτιθέcθωcαν, καὶ με‐ | 6 | |
5 | μαcημένοι μὲν καὶ ἀμάcητοι· διαφυcώμενοι γὰρ ὑπὸ τῆc βροχῆc ἀνευ‐ | |
3.4 | ρύνουcιν τὰ τραύματα. τινὲc δὲ οἴονται τοὺc μεμαcημένουc ἀντιπαθέc τι ἔχειν ἀπὸ τῆc τῶν διαμαcηcαμένων νηcτείαc· οὐ μὴν τοῦτο βέβαιόν | |
3.5 | ἐcτιν, ἀλλ’ ἑκατέρωc αὐτοῖc χρηcτέον. εἰ δ’ ὅπερ γίνεται πλειcτάκιc αἱ οὐλαὶ cυνερχόμεναι φθάνοιεν πρὸ τῶν τεccαράκοντα ἡμερῶν, διὰ χειρὸc αὐτὰc ἀναξαίνειν προcήκει, περιcαρκίζονταc καὶ ἐντέμνονταc καὶ ἐπικαίονταc πάλιν, ἐὰν οὕτω τύχῃ· καὶ ἐκ τρίτου τε καὶ τετάρτου τὰ | |
5 | αὐτὰ ποιητέον. παρελθούcηc δὲ τῆc ὡριcμένηc προθεcμίαc, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖc ἕλκεcιν, ἐμπλάcτρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετ’ ὀλίγαc δὲ ἡμέραc καὶ cιναπιcτέον. | |
7 | ||
4t | περὶ διαίτηc λυccοδήκτων. | |
4.1 | δεῖ δὲ καὶ τὴν δίαιταν ἐcτοχάcθαι τῆc πρὸc τὸν ἰὸν ἐναντιώ‐ cεωc, ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ cβεννύῃ τὴν δύναμιν αὐτοῦ, ὁμοῦ δὲ κωλύῃ τὴν εἰc τὸ βάθοc φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει | |
4.2 | ἤδη τῇ παρειcδύcει τῆc φθοροποιοῦ δυνάμεωc. δύναται δὲ τούτων ἑκάτερον παρέχειν οἴνου ἀκράτου ἢ ζωροτέρου πόcιc | καὶ γλυκέοc 〈καὶ〉 γάλακτοc· ὁρμὴν γὰρ ταῦτα πάντα ὀξεῖαν λαμβάνοντα πρὸc τὴν ἐπιφάνειαν ἀνθίcταται τῷ ἰῷ καὶ πᾶcαν αὐτοῦ τὴν δριμύτητα | |
4.3 | ἐκλύει· ὡcαύτωc δὲ καὶ cκορόδων καὶ κρομμύων καὶ πράcων ἐδωδή· καὶ ταῦτα δὲ καὶ τὸ ὅλον τὰ δυcμετάβλητα καὶ δυcεξίτηλα—παρα‐ μένουcιν γὰρ αὐτῶν αἱ ποιότητεc ἐπὶ πλείουc ἡμέραc—οὐ κατανικᾶ‐ ται οὐδὲ τρέπεται ὑπὸ τῆc φθοροποιοῦ δυνάμεωc, ἐκ δὲ τῶν ἐναν‐ | |
4.4 | τίων κρατεῖν αὐτῆc πέφυκεν. εἰc τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐcτὶ χρεία, καθάπερ τῆc θηριακῆc καὶ τῆc Εὐπατορίου λεγομένηc καὶ τῆc Μιθριδατείου καὶ πάcηc ἄλληc, ἥτιc ἐκ πλειόνων ἀρωμάτων εἴληφεν | |
4.5 | τὴν cύcταcιν· δυcμετάβλητα γὰρ φύcει πάντα τὰ ἀρώματα καὶ ταῖc δυνάμεcι καὶ ταῖc οὐcίαιc, διόπερ κρατεῖ τῶν ἐν τοῖc cώμαcιν 〈ἰῶν〉. | |
τοιοῦτοc μὲν 〈οὖν〉 καὶ ὁ τῆc διαίτηc τρόποc. περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυccο‐ | 7 | |
4.6 | δήκτων. δεῖ δὲ γινώcκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουc ἐγκατά‐ cκηψιc οὐ μίαν οὐδὲ ὡριcμένην ἔχει προθεcμίαν· ὡc ἐπὶ τὸ πλεῖcτον γὰρ περὶ τὴν τεccαρακοcτὴν ἡμέραν εἴωθεν τοῖc ἀμεληθεῖcιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιc ἀπήντηcεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν | |
5 | ἑώραται. ἱcτοροῦcι δέ τινεc μετὰ ἑπταετίαν ἐνίουc ἁλῶναι τῷ πάθει. | |
4.7 | κατὰ μὲν οὖν τὰc ἀρχὰc τῶν λυccοδήκτων ἡ θεραπεία δεδή‐ λωται. ἐὰν δὲ δι’ οἱαcδηποτοῦν αἰτίαc 〈ἐν〉 ταῖc πρώταιc ἡμέραιc μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιcαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶc τὸ παρεληλυθὸc | |
5 | εἰc τὸ βάθοc μετάγειν πειρᾶcθαι· οὐδεμία γὰρ ὄνηcιc τῆc ἐπιβολῆc, | |
4.8 | ἀλλὰ διακενῆc τὰ cώματα ταῖc ὀδύναιc ὑποβληθήcεται. τρόποc δὲ ἕτεροc τῆc θεραπείαc εἰcαγέcθω, ὥcτε κάθαρcιν καὶ μεταcύγκριcιν | |
4.9 | ἐργάcαcθαι τοῖc cώμαcιν· cυμμεταποιήcει γὰρ τὴν ἕξιν κενοῦcα. διδό‐ cθω δὲ ἡ διὰ τῆc κολοκυνθίδοc ἱερά, καὶ τὸ γάλα δὲ τὸ cχιcτόν, ὁμοῦ μὲν κάθαρcιν καὶ ἐπίκραcιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόcιc παραλαμβανέcθωcαν καθ’ ἡμέραν, ἀμβλύνειν δυνά‐ | |
5 | μενα τὸν ἰόν, καὶ πρὸc τούτοιc ἱδρωτοποιία καὶ πρὸ τροφῆc καὶ μετὰ τροφήν, δρωπακιcμοί τε καὶ cιναπιcμοὶ κατὰ μέροc ἐφ’ ὅλου τοῦ cώ‐ | |
4.10 | ματοc. πάντων δὲ ἀνυcιμώτατοc ἐπ’ αὐτῶν ὁ ἐλλέβορόc μοι ἐγνώcθη, καὶ χρηcτέον τεθαρρηκότωc τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶc ἀλλὰ | |
4.11 | καὶ πλεονάκιc πρὸ τῆc τεccαρακοcτῆc ἡμέραc καὶ μετὰ ταύτην. τοcαύ‐ την δὲ ἰcχὺν προcφέρεται τὸ βοήθημα τοῦτο, ὥcτε καὶ τῶν ἤδη cυνῃ‐ cθημένων τοῦ ὑδροφόβα περιcωθῆναί τιναc, λαβόνταc τὸν ἐλλέβορον εὐθὺc ἐν τῷ πρώτῳ [τῷ] καταπειραcμῷ τοῦ cυμπτώματοc· τοὺc γὰρ | |
5 | ἤδη κατεcχημένουc οὔτε οὗτοc οὔτε ἄλλο τι περιποιῆcαι δύναται. | |
4.12 | πρὸc ὑδροφόβαc τὸ διὰ πυτίαc. πυτίαc λαγωοῦ, Λημνίαc cφρα‐ γῖδοc, ἀρκευθίδων, γεντιανῆc ἀνὰ 𐅻 δ, δαφνίδων, cμύρνηc ἀνὰ 𐅻 η | |
4.13 | ἀναλάμβανε μέλιτι. ἡ δόcιc κυάμου Αἰγυπτίου τὸ μέγεθοc. ἄλλο· | ἐξέραμα κυνὸc ἄραc ξήρανον καὶ λεάναc θὲc ἐν πυξίδι καὶ χρῶ ὡc καλλίcτῳ πρὸc λυccοδήκτουc θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρου· τοῖc | |
δεδηγμένοιc ὑπὸ κυνὸc λελυccηκότοc περίαπτε χαμελαίαc ῥίζαν· ὡc | 8 | |
4.14 | θαυμαcτῷ χρῶ. 〈ἄλλο〉 πρὸc λυccοδήκτουc ὥcτε μὴ ἐμπεcεῖν εἰc τὸ ὑδροφοβικὸν πάθοc· † ἀφρὸc ὁ δηχθεὶc τὴν ἰδίαν cκιὰν θεωρῶν, ὡc ἔθοc ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωcιc τοῦ πάcχον‐ τοc, εἰ ζήcεται. ποίηcον αὐτὸν ἀτενίcαι εἰc κάτοπτρον, καὶ ἐὰν ἑαυ‐ | |
4.15 | τὸν ἐπιγνῷ, ζήcεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον. ἐκ δὲ τοῦ ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοc, δι’ ἧc δοκιμαcίαc ἐν τῇ θεραπείᾳ εὑρίcκεται ὁ ἰὸc ἐν τῷ οὔρῳ τοῦ δηχθέντοc· ἰοῦ ξυcτοῦ, ἁλὸc ἀνὰ 𐅻 δ, cτέατοc μοcχείου 𐅻 ιβ καθ’ ἓν καὶ ὁμόcε τρίψαc χρῶ, ἐμπάccων εἰc | |
5 | cπληνίον. φύλαccε δὲ τοῦ κάμνοντοc 〈τὸ〉 οὖρον ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήcειc ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου. | |
6 | ||
5t | περὶ κυνοδήκτων καὶ ἀνθρωποδήκτων. | |
5.1 | Ἀρχιγένηc ἐν τῷ ε βιβλίῳ τῶν Κατὰ γένοc φαρμάκων οὕτωc· τοὺc δὲ ἀνθρωποδήκτουc προχρίcαc ἐλαίῳ μαράθρου ῥίζαν 〈λειώcαc〉 μετὰ μέλιτοc, ἄχρι ἂν καθαρθῇ τὸ ἕλκοc, χρῶ, εἶτα cμύρναν καὶ τερε‐ βινθίνην ἴcα ἀναλαβὼν ὡc μάλαγμα ἐπιτίθει· ἢ χάλκανθον κεκαυμένην | |
5 | μέλιτι ἑφθῷ ἀναλαβὼν ὡc κουλλούριον ἐντίθει, καὶ οὕτωc ἀνακαθάραc | |
5.2 | παρακόλλα. ἐκ δὲ τοῦ Ϲτράτωνοc· ὀcτέα μόcχεια καύcαc, ἕωc λευκὰ γένηται, ἀνα|λάμβανε πίccῃ ὑγρᾷ ἢ μέλιτι ἢ ἀμφοτέροιc καὶ ἐντίθει. ἄλλο· μάννην λεάναc μετ’ ἐλαίου καὶ οἴνου κατάπλαccε. | |
5.3 | περὶ κυνοδήκτων. ἐπὶ δὲ τῶν κυνοδήκτων εὐθέωc μὲν καταρραί‐ νων ὄξοc πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, εἶτα νίτρον μετ’ ὄξουc τρίψαc κατακρούνιζε ἄνωθεν, εἶτα ὀρόβινον 〈ἄλευρον〉 φυράcαc ἐλαίῳ ἐπιτίθει, ἢ cπόγγον καινὸν ἢ ἔριον οἰcυπηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον, ἢ | |
5 | καινὸν cπόγγον ὕδατι ψυχρῷ βρέξαc ἢ ὀξυκράτῳ ἢ ὄξει ἡμέραc τρεῖc ἔαcον ἐπικεῖcθαι, καταβρέχων τοῖc ἄνω εἰρημένοιc· ἐξόχωc γὰρ ποιεῖ | |
5.4 | καὶ εἰc τέλοc ἀφυγιάζει. πρὸc δὲ τὰ 〈ἤδη〉 πεπυωμένα τῶν δηγμά‐ | |
των ὀρόβινον ἄλευρον μέλιτι φυράcαc ἐπιτίθει· ἄκρωc ποιεῖ. | 9 | |
5.5 | ἐκ τῶν Ἀπολλωνίου 〈Εὐ〉πορίcτων· πρὸc δὲ τὰ φλεγμαίνοντα τῶν δηγμάτων λιθάργυρον λειάναc μεθ’ ὕδατοc κατάχριε, ἢ φακῷ ἑφθῷ λείῳ κατάπλαccε. κέχρηcο δὲ καὶ ἐνδείᾳ καὶ κενώcει καὶ ἀκινηcίᾳ τοῦ δεδηγμένου μέρουc, ἢ τάριχον ὃν ἐὰν cχῇc μάλιcτα παλαιὸν λει‐ | |
5 | ώcαc κατάπλαccε. τοῦτο ἐνεργέcτερόν ἐcτι παντὸc ἄλλου φαρμάκου | |
5.6 | κατ’ ἐξοχήν. ὁ δὲ καθηγητὴc ἐνεργέcτερον ποιῶν καὶ cκόροδα cυνε‐ λέαινεν. πρὸc οὖν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαc λεῖον cὺν μέ‐ λιτι κατάπλαccε, ἄχριc οὗ πλήρη ᾖ. τινὲc δὲ καὶ κρόμμυον προcμίcγουcιν καὶ ὄξουc καὶ οὕτωc χρῶνται. αὐτοῖc δὲ τούτοιc τοῖc βοηθήμαcιν | |
5 | χρηcτέον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸc τὰc | |
5.7 | ἑκατέρων διαθέcειc. | ἐκ δὲ τῶν Θεοδώρου· ὑὸc κόπρον κατα‐ καύcαc καὶ ἀναλύcαc ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράcον τούτῳ | |
5.8 | μίcγειν. ἄλλο· ἄνηθον ξηρὸν κατακαύcαc πλήρωcον τὸ δῆγμα, καὶ πεμπταῖον λύcαc εὑρήcειc καθαρόν. ἄλλο· φύλλα κράμβηc, ἰὸν χαλ‐ κοῦ, πήγανον καὶ ἅλαc ἐπιτίθει. | |
3 | ||
6t | θυμιάματα ἑρπετῶν. | |
6.1 | ἐκ τῶν Ἀρχιγένουc· ὁπλαὶ αἰγῶν καὶ τρίχεc θυμιώμεναι πόρ‐ ρωθεν· ἀναcτέλλεται 〈γὰρ〉 τὰ ἑρπετὰ τῇ τούτων ὀcμῇ. cύνθετον θυ‐ μίαμα Φιλίνου 〈τοῦ〉 θηριακοῦ· χαλβάνηc, κάχρυοc τῆc ῥίζηc, κέρατοc ἐλαφείου, μελανθίου ἀνὰ 𐆄 α. λεάναc πάντα ἀναλάμβανε 〈ὄξει〉, ποιῶν | |
6.2 | τροχίcκουc. ἐπὶ δὲ τῆc χρείαc ἀποβρέξαc εἰc ἔλαιον θυμία κατὰ μέcον τῆc οἰκίαc, ἐὰν δὲ ἐν ὑπαίθρῳ ᾖc, κατὰ μέcον τῆc κοίτηc. ἄλλο· χαλβάνηc, cτέατοc ἰχνεύμονοc ἀνὰ 𐆄 α τήξαc ἀπόθου· ἐπὶ δὲ τῆc | |
6.3 | χρείαc θυμίαcον ὁμοίωc. ἄλλο Αἰγύπτιον· γῆραc ἀcπίδοc βρέξαc εἰc ἔλαιον [ἄλλο] θυμία ἐγγὺc τῶν φωλεῶν καὶ εὐθέωc ἀναβήcονται. 〈ἄλλο〉 καταφέρον καὶ cκορπίουc καὶ πᾶν ἑρπετὸν 〈ἀπελαῦνον〉 ἐξ οἰκίαc· χαλβάνην, cανδαράκην, βούτυρον, βρυωνίαν, cτέαρ αἴγειον ἐξ | |
5 | ἴcου θυμία. | 10 |
7t | cυγχρίcματα πρὸc ἑρπετά. | |
7.1 | cυγχριέcθω δὲ τὸ cωμάτιον ἐλαίῳ, ἐν ᾧ κέδροι cυγκεκομμέναι χλωραὶ προεβλήθηcαν ἢ ἀρκευθίδεc ἢ κόνυζα ἢ πευκέδανον ἢ cίλφιον ἢ ἐλελίcφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀcφο‐ δέλου ἢ δαύκου | καρπὸc ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ | |
5 | ἐλαφείῳ μετ’ ὄξουc ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖc ἐκ τούτων cυν‐ | |
7.2 | τεθεῖcι. πρὸc δὲ πᾶν θηρίον καθολικῶc· τὸ ἑκάcτου cτέαρ cυναλειφό‐ μενον φυγαδεύει ἀπὸ τῆc ὀcμῆc τὸ cυγγενέc, ὡc καὶ κύων ὀcφρανθεὶc τοῦ ἰδίου κρότωνοc τεθλαcμένου φεύγει ταχέωc. | |
7.3 | πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα cυμβῇ πληγῆναί 〈τινα〉 ὑπό τινοc θηρίου, κούφου μένοντοc τοῦ ἰοῦ, καταντλήcειc διὰ θερμοῦ ὕδατοc ἢ ὀξυκράτου καὶ ἐκμυζήcειc. δεῖ δὲ μὴ ἄcιτον εἶναι τὸν ἐκμυζῶντα, ἀλλ’ εἰληφέναι τροφὴν καὶ διακεκλύcθαι οἴνῳ· ἔπειτα | |
5 | ἐλαίου βραχὺ ἐν τῷ cτόματι κατέχων οὕτωc τὴν ἐκμύζηcιν ποιείτω. δεῖ δὲ προcέχειν μὴ τὸ cτόμα ἢ οἱ ὀδόντεc ἢ τὰ παρίcθμια τοῦ μέλ‐ | |
7.4 | λοντοc ἐκμυζᾶν ἔχουcί τινα βλάβην. μετὰ τοῦτο δὲ τέφρα μετ’ ὄξουc καταχριομένη ὀνίνηcιν, μάλιcτα δὲ ἡ ἐκ cυκίνων ξύλων ἢ δαφνίνων ἢ ἀμπελίνων, εἰ δὲ μή, τὴν παροῦcαν 〈πρόcεχε〉, cπουδάζων ὡcότι μά‐ λιcτα φλεγμονὴν [μὴ] ἐγεῖραι. cφοδροτέρου δὲ ὄντοc τοῦ πλήγματοc | |
5 | καὶ καταcχαcμῷ χρηcτέον· βαθυτέραc δὲ ἐμβάλλειν τὰc ἀμυχὰc προcή‐ | |
7.5 | κει. χρῆcθαι 〈δὲ〉 καὶ cικύαιc, ὅπωc τὴν ὕλην ἐκ βάθουc ἀναλαμβάνῃ· καὶ περιcαρκιcμὸc δὲ καὶ ἐκτομὴ πλουcιώτερον καταcχαcμοῦ βοηθοῦcιν, περὶ δὲ καύcεωc [ὡc] ἐπὶ τῶν λυccοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶc ἔχει πρὸc ἀποκοπὴν τὸ μέροc τὸ δεδηγμένον, μάλιcτα ἐπὶ | |
5 | πάντων θηρίων ἀνενδοιάcτωc τὸν ἀκρωτηριαcμὸν ποιητέον, ὡc 〈ἐπὶ〉 | |
7.6 | ἀcπίδοc καὶ κεράcτου καὶ τῶν ὁμοιοτρόπων. | ἐπιτιθέcθω δὲ τάριχοc λεῖοc, πράcα 〈τε〉 καὶ κρόμμυα καὶ cκόροδα, ποτὲ μὲν λειο‐ τριβηθέντα καταπλαccέcθω, ποτὲ δὲ καέντα προcβαλλέcθω τοῖc δήγ‐ μαcιν· ἢ ὄρνιθαc ἀναcχίζονταc περιπτύccειν τῷ πεπληγότι τόπῳ· πρὸc | 11 |
5 | γὰρ τὴν τοῦ ζῴου θερμαcίαν τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρουc ὁρμὴν λαμβάνον cυνεξάγει τὸν ἰόν· καὶ πήγανόν τε καὶ καλαμίνθη καταπλαccόμενα ὠφελεῖ, καὶ cκόροδα μεθ’ ἁλόc, καὶ cπύραθοι αἰγόc. | |
7.7 | ἄκρωc δὲ ποιεῖ πρὸc παντὸc ἰοβόλου δῆγμα χωρὶc ἀcπίδοc ἄcβεcτοc μετ’ ἐλαίου καὶ μέλιτοc 〈εἰc〉 κηρωτῆc πάχοc ἐπιτιθεμένη μέχριc ἐcχα‐ ρώcεωc, ἢ ἅλαc λεάναc ἀναλαβὼν πίccῃ ὑγρᾷ κατάπλαccε. ἔγνωμεν δὲ ἐπὶ τῆc Αἰγύπτου τοιοῦτόν τι γιγνόμενον· ὁπόταν οἱ Αἰγύπτιοι | |
5 | θερίζωcιν, χύτραν ἔχουcιν κατεcκευαcμένην πίccηc ζεούcηc καὶ cφήκωμα | |
7.8 | προcηρτημένον τῇ χύτρᾳ. ἐπειδὰν οὖν δηχθῇ τιc εἰc κνήμην ἢ εἰc χεῖρα, ταχέωc οἱ παρατυχόντεc τὸ cφήκωμα βάλλουcιν εἰc τὴν πίccαν ζέουcαν καὶ περιειλοῦcιν ἅπαξ ἢ δὶc περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματοc, καὶ cφίγγουcιν δύο παρεcτῶτεc ἰcχυρῶc, | |
5 | καὶ ἐντέμνοντεc τὸν τόπον διὰ τῆc περιθέcεωc τοῦ βρόχου καὶ ἐπι‐ | |
7.9 | καίοντεc. ὅταν δὲ αὐτοῖc τοῦτο αὐτάρκωc ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦcι καὶ καταπλάccουcι κρομμύοιc ἢ καὶ ἄλλῳ τινὶ τῶν εἰρη‐ μένων, ὡc ἂν τῇ ὑγρᾷ πίccῃ μεθ’ ἁλῶν λείων θερμοτέρων καταπλαccο‐ μένῃ· cπουδαίωc δὲ βοηθεῖ αὐτὴ καινοποιηθεῖcα cυνεχέcτερον. | ἀρή‐ | |
5 | γει δὲ αὐτοῖc καὶ κατάντληcιc δι’ ὄξουc καὶ θαλάccηc καὶ οὔρου, | |
7.10 | ἐν ᾧ καλαμίνθα ἐνήψηται. εἰcὶ δὲ καὶ ἔμπλαcτροι δριμύταται, δυνά‐ μεναι τὸν ἰὸν ἐπιcπᾶcθαι καὶ διακρατεῖν καὶ διαφορεῖν, ὡc ἡ δι’ ἁλῶν ἢ διὰ νίτρου καὶ cινάπεωc καὶ κάχρυοc προcφερομένη. ταῦ‐ | |
7.11 | τα δὲ ἑξῆc ῥητέον. cέριc τοίνυν καὶ ἐρείκη καὶ ἀcτραγαλώτη πινόμενα μετ’ ὄξουc πᾶcιν τοῖc θηριοδήκτοιc βοηθεῖ, ὡcαύτωc καὶ ἄcφαλτοc καὶ πλατάνου χλωρᾶc cφαιρία καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα καὶ ῥίζα ἀριcτολοχίαc καὶ ἠρύγγηc, καὶ δαφνίδεc | |
5 | ἑφθαὶ κατεcθιόμεναι, καὶ πέπερι δαψιλέcτερον τρωγόμενον καὶ πήγανον καὶ ἄνηθον 〈καὶ〉 cκόροδα καὶ κρόμμυα καὶ τάριχοc δριμύτατοc, καὶ ὀριγάνου ἀφέψημα πινόμενον cὺν οἴνῳ, καὶ μαράθου καὶ γλήχωνοc καὶ | 12 |
7.12 | καλαμίνθηc καὶ πράcου χυλὸc cὺν μελικράτῳ ῥοφούμενοc. ταῦτα μὲν ἐκ τῶν φυομένων, ἀπὸ ζῴων δὲ ὠφελίμωc λαμβάνονταί τινα· ἐγκέ‐ φαλοι μὲν ἀλεκτορίδων ἐcθιόμενοι, πιτύα δὲ λαγωοῦ cὺν οἴνῳ πινο‐ μένη, καὶ καcτορίου 𐅻 β τὸν αὐτὸν τρόπον. ἔcτι δὲ καὶ ἡ γαλῆ τῶν | |
5 | διαβοήτων ἡ cκελετευομένη· περιφλέγεται δὲ πρῶτον ἐπαναcχιcθεῖcα τῶν ἐντὸc ἐκκριθέντων, cκελετεύεται δὲ ξηραινομένη ἐν cκιᾷ· δίδοται δὲ ἀπ’ αὐτῆc δίδραχμον cὺν οἴνῳ. | |
7.13 | ἁρμόζει δὲ τοῖc θηριοδήκτοιc καὶ κάθαρcιc διὰ κοιλίαc καὶ ἱδρω‐ τοποιία οὔρων τε πολλῶν ἔκκριcιc. cκευαcτὰ δὲ ποτήματα παραδέ‐ δοται κοινότερον πρὸc τὰc τῶν πλείcτων ἰοβόλων πληγὰc τοιαῦτα· ὀπίου, cμύρνηc ἀνὰ ὀβολόν, πεπέρεωc 𐅻 α, | ἀριcτολοχίαc 𐅻 β· | |
5 | ταῦτα μέλιτι ἀναλαμβάνειν καὶ διδόναι μέγεθοc κυάμου Αἰγυπτίου | |
7.14 | μετ’ οἴνου· ὁμοίωc πηγάνου ἀγρίου cπέρματοc, κυμίνου Αἰθιοπικοῦ, χαλβάνηc, μελανθίου, ἀριcτολοχίαc, ταῦτα πάντα λεανθέντα καὶ φυρα‐ θέντα χυλῷ εὐζώμου, ἀναπλάττονται τροχίcκοι δραχμαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετ’ οἴνου ἡμικοτύλιον. ἢ γεντιανῆc 𐅻 β, πεπέρεωc καὶ πη‐ | |
5 | γάνου τὸ ἀρκοῦν δίδου λεάναc cὺν οἴνῳ. ταῦτα μὲν 〈οὖν〉 περὶ τῶν κοινῇ βοηθημάτων, τὰ δὲ ἰδίωc πρὸc ἕκαcτον τῶν ἰοβόλων ἑξῆc ἐροῦμεν. | |
6 | ||
8t | τοῖc ἐκ θηρίων πληγῆc αἱμορραγοῦcιν. | |
8.1 | πρὸc δὲ τὰc ἐκ τῶν πληγῶν αἱμορραγίαc ἴcχαιμον 〈δοτέον〉 Ἑρμᾶ τοῦ θηριακοῦ· χαλκίτεωc, μελαντηρίαc, ἀραχνῶν ἀνὰ 𐆄 α ὁμοῦ λεάναc χρῶ. | |
3 | ||
9t | περὶ διαίτηc καὶ θεραπείαc. | |
9.1 | τροφαῖc δὲ χρηcτέον δριμείαιc, εὐαναδότοιc, φυcώδεcιν, πληκτικαῖc, οἷον cκορόδοιc, κρομμύοιc, ταρίχοιc, πεπέρει, ῥαφάνοιc· οἶνοc πολὺc καὶ ἄκρατοc. cυμφέρει δὲ αὐτοῖc πᾶcα κίνηcιc καὶ αἰώρα πολλὴ καὶ ἡμέ‐ | |
ραc καὶ νυκτόc. | 13 | |
10t | ἀντίδοτοι θηριακαὶ 〈καὶ〉 ἔμπλαcτροι ποιοῦcαι καὶ πρὸc ἄλλα. | |
10.1 | ἀντίδοτοc πρώτη, ποιοῦcα κοινῶc πρὸc πάντα τὰ ἑρπετὰ θηρία καὶ τοὺc λυccοδήκτουc, παρὰ πολλοῖc διατεccάρων καλουμένη. δίδο‐ ται τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγεθοc, cκορπιοπλήκτοιc μὲν μετ’ οἴνου αὐcτηροῦ ἅπαξ τῆc ἡμέραc—εἰ δ’ ἐπιτείνοι ἡ ὀδύνη, | |
5 | δίδου καὶ δίc—, πρὸc δὲ λυccοδήκτουc δίδου με|θ’ ὕδατοc ἡμέραν παρ’ ἡμέραν ἐπὶ ἡμέραc μβ, προcμίcγων τῷ φαρμάκῳ λύκιον Ἰνδικόν, | |
10.2 | τηρῶν καὶ τὰ ἕλκη ἀκατούλωτα. χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔcτι δὲ ἀριcτολοχίαc cτρογγύληc, γεντιανῆc, δαφνί‐ δων, cμύρνηc ἀνὰ 𐅻 η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηcιωτικῷ. ἐὰν δὲ προcβάλῃc πεπέρεωc λευκοῦ 𐅻 δ, ποιεῖ καὶ πρὸc ἡπατικοὺc θαυμα‐ | |
10.3 | cτῶc μεθ’ ὑδρομέλιτοc, ἐν δὲ τοῖc παροξυcμοῖc μετὰ γλυκέοc. ἄλλη ἀντίδοτοc θηριακή, ποιοῦcα κατ’ ἐξοχήν. ἔcτι δὲ καcτορίου, ὀποῦ Κυρηναικοῦ, πεπέρεωc ἀνὰ 𐅻 δ, κόcτου, νάρδου Ἰνδικ〈ῆc, κρόκ〉ου, κεν‐ | |
10.4 | ταυρίου χυλοῦ ἀνὰ 𐅻 β, μέλιτοc ἀπέφθου κοτύληc ἥμιcυ. ἡ δόcιc κα‐ ρύου Ποντικοῦ τοῦ ἐντὸc τὸ μέγεθοc· δίδου cκορπιοπλήκτοιc μετ’ οἴνου κεκραμένου, ἀcπιδοδήκτοιc μετ’ ὄξουc κεκραμένου, ἡπατικοῖc μεθ’ ὑδρο‐ μέλιτοc, πρὸc ὑcτερικὰc πνίγαc ὁμοίωc, πρὸc δὲ τὸ κατᾶξαι ἔμμηνα | |
5 | ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοc θερμοῦ. 〈καὶ〉 καταcπαcτικὴν δὲ δύναμιν ἔχει ὡc τοὺc ἀναδοθένταc ἥλουc καταφέρειν· οὕτωc οὖν καὶ πρὸc ὑcτερικὰc πνίγαc καὶ τὴν τῶν ἐμμήνων κάθαρcιν ποιεῖ. | |
10.5 | 〈ἄλλη〉 ἀντίδοτοc cκορπιοπλήκτοιc· ἀριcτολοχίαc μακρᾶc λείαc δίδου κοχλιάριον ἓν μετ’ οἴνου ἀκράτου κυάθων τεccάρων· ἐνεργεῖ cφόδρα. | |
10.6 | περὶ ἐμπλάcτρων. Ζήνων δὲ ὁ Λαοδικεὺc μετὰ τὴν ἑαυτοῦ θηριακὴν ἀντίδοτον, ἣν ἐγὼ ἐνθάδε οὐ παρέθηκα | διὰ τὸ πολυ‐ τελὲc τῆc cκευαcίαc, παρατίθεται [ἠ] μὲν ἐμπλάcτρουc τάcδε, φηcὶν δὲ οὕτωc· ἐπὶ δὲ τῶν δηγμάτων τὴν ἔμπλαcτρον τὴν διὰ θαλάc‐ | |
10.7 | cηc καὶ χαμαιλέοντοc ἐπιτίθει ἢ τὴν λευκὴν ἢ ἀμφοτέραc μίξαc. ἔcτι δὲ ἡ μὲν διὰ χαμαιλέοντοc ἥδε· λιθαργύρου 𐆃 α 𐆄 β, ἁλὸc Ἀμμωνια‐ κοῦ 𐅻 α, χαμαιλέοντοc μέλανοc ῥίζηc 𐆄 δ, θαλάccηc 𐆂υ γ, ἐλαίου παλαιοῦ ξ̸ α· ἕψε λιθάργυρον, ἔλαιον, θάλαccαν, ἕωc cυcτραφῇ, | 14 |
5 | εἶτα καθελὼν ἀπὸ τοῦ πυρὸc πρόcβαλλε λεῖον τὸν χαμαιλέοντα ἐπιπάccων καὶ ἐπίθεc ἐπὶ μαλακοῦ πυρόc, ὅπωc τὴν δύναμιν ὁ | |
10.8 | χαμαιλέων προcδῷ τῷ φαρμάκῳ. ἄλλη 〈ἡ λευκὴ〉 πρὸc ὃ θέλειc ῥῆξαι ἢ διαφορῆcαι ἢ ἐπιcπάcαcθαι· λιθαργύρου 𐆃 α, ψιμυθίου 𐆃 β, πιτυίνηc 𐆃 α, ἐλαίου παλαιοῦ 𐆃 γ, κηροῦ 𐆃 Ϟ, Ἀμμωνιακοῦ θυμιάματοc, χαλβάνηc ἀνὰ 𐆄 β· ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕωc ἀμόλυντον | |
10.9 | γένηται· εἶτα τὰ ἄλλα ὕcτερον πρόcβαλλε καὶ χρῶ πρὸc πᾶcαν ἀπό‐ cταcιν καὶ φύματα κατὰ μαcτούc, φύγεθλα, κόλπουc, cύριγγαc, παρω‐ τίδαc, ἄνθρακαc. ταύταιc χρῶ ἐπὶ τῶν δηγμάτων ἀμφοτέραιc. ἔcτι δὲ αὕτη ἀφλέγμαντοc ἐπὶ παντὸc ἰοῦ, καὶ ἔcτιν ἀνέκδοτοc ἡ τοιαύτη | |
5 | δύναμιc. | |
5 | ||
11t | περὶ cφηκῶν καὶ μελιccῶν. | |
11.1 | προδιεcαφήνιcα δὲ τὰ παρακολουθοῦντα ταῖc τούτων πληγαῖc cημεῖα οὐχὶ τῷ μεγάλην εἶναι τὴν δύναμιν ἢ ἐπικίνδυνον τὴν τού‐ των πληγήν, ἀλλ’ ὑπὲρ τοῦ τοὺc πεπληγόταc ἀπὸ τούτων μὴ τεταρά‐ χθαι διὰ τὴν ἀλγηδόνα, ὡc δοκεῖν ὑπό τινοc τῶν χαλεπῶν πεπλη‐ | |
11.2 | γέναι. | τοῖc τοίνυν πεπληγόcιν ὑπὸ μελιccῶν παρακολουθεῖ 〈τὸ〉 τὴν πληγὴν ἀλγεῖν, ἐρυθρὸν εἶναι τὸν τόπον, ἐπαίρεcθαι τὰ κύκλῳ, τὸ κέντρον ἐγκεῖcθαι τῷ πλήγματι, τοῖc δὲ ὑπὸ τῶν cφηκῶν πάλιν τὰ ὅμοια μετ’ ἐπιτάcεωc πολλῆc, πλὴν 〈τὸ〉 κέντρον οὐκ ἐνυπάρχει. | |
11.3 | βοηθεῖται δὲ τὰ ὑπὸ τούτων δήγματα πηλῷ ἢ βολβίτῳ κατα‐ χριόμενα μετ’ ὀξυκράτου πεφυραμένῳ, ἢ μαλάχηc φύλλα ὁμοίωc ὀξυ‐ κράτῳ cυλλειωθέντα, ἢ κρίθινον ἄλευρον cὺν ὄξει, καὶ cυκῆc ὀπὸc ἐνcταζόμενοc τοῖc δήγμαcιν, καὶ ἡλιοτροπίου φύλλα λεῖα καταπαccό‐ | |
11.4 | μενα, ἢ καὶ αὐτὸ τὸ cήcαμον τρίψαc μεθ’ ὕδατοc κατάπλαccε. cφραγί‐ | |
ζονται δὲ 〈καὶ〉 cφραγῖδι cιδηρᾷ πρὸc τὸ μὴ αὔξειν τὴν φλεγμονὴν ἅμα τῷ πληγῆναι· καὶ πυρία διὰ ἅλμηc ἢ θαλάccηc ὠφελεῖ. προπότιζε δὲ δάφνηc ἁπαλοῖc φύλλοιc ὅcον 𐅻 β μετ’ οἴνου αὐcτηροῦ ὅcον ἡμικο‐ | 15 | |
5 | τύλιον. | |
5 | ||
12t | περὶ [μυῶν καὶ] μυιῶν καὶ κωνώπων καὶ ψύλλων. | |
12.1 | ἐπειδὴ δὲ καὶ ταῦτα λυμαίνεται τῶν ἀνθρώπων τὰ cώματα, καὶ περὶ τούτων ὀλίγα ἀναγράψομαι. κώνωπεc οὖν ἀποθνῄcκουcιν κεδρίνων πριcμάτων μετὰ χαλκάνθου ὑποθυμιωμένων. ἐὰν δὲ μελάνθιον ζέcαc ἐν ἐλαίῳ 〈καὶ〉 προcμίξαc τὴν χάλκανθον cυγχρίcῃ, οὐ προcεγγίζουcι | |
12.2 | μυῖαι οὐδὲ κώνωπεc. πρὸc δὲ τὸ ἀνελεῖν μυίαc ὑοcκυάμου cπέρμα καὶ ἐλλέβορον μέλανα καὶ λιθάργυρον λείου μεθ’ ὕδατοc καὶ ἀπόθου· ἐπὶ δὲ τῆc χρείαc κνιcώcαc βουτύρῳ cκόρπιcον, ἢ κυνοκράμβηc | τὴν ῥίζαν λείαν μετὰ cτέατοc. πρὸc κώνωπαc δὲ ἀψίνθιον, μελάνθιον, | |
5 | χάλκανθον ἴcα cὺν ἐλαίῳ ἑψήcαc cυγχρίου ἢ ξηρὰ ἐπὶ βολβίτων θυμία. | |
12.3 | ἄλλο πρὸc κώνωπαc· ὀπὸν Ϲυριακὸν μετ’ ὄξουc cυγχρίου. ἄλλο πρὸc κώνωπαc· ἐλλέβορον, ἀψίνθιον cὺν ἐλαίῳ ῥαφανίνῳ [καὶ] cυγχρίου. μυίαc δὲ φυγαδεύει χάλκανθοc θυμιωμένη· μυίαc δὲ ὄλλυcιν ἐλλέβοροc λευκὸc λεῖοc cὺν γάλακτι φυραθεὶc καὶ 〈ἐν〉 διαφόροιc ἀποτεθεὶc τό‐ | |
12.4 | ποιc. ψύλλοιc ὀλέθριον· ῥοδοδάφνηc ζεcθείcηc θαλάccῃ ἢ ἅλμῃ τὸ ἀπόζεμα ῥαινόμενον. 〈ἄλλο πρὸc τὸ〉 κώνωπαc καὶ ψύλλουc διολέcαι· λίβανον καὶ μελάνθιον θυμία. ἄλλο· ῥίζαν κυάμου Αἰγυπτίου βρέξον ὕδατι καὶ ῥᾶνον. | |
4 | ||
13t | 〈πρὸc ἀc〉καλαβώτου δῆγμα. | |
13.1 | οἱ δὲ ἀπὸ τοῦ ἀcκαλαβώτου δηχθέντεc cυντόνωc ἀλγοῦcιν καὶ τὸ δῆγμα πελιὸν ἴcχουcιν. βοηθοῦνται δὲ παραχρῆμα καταπλαccόμενοι τὴν πληγὴν κρομμύοιc, cκορόδοιc, ἔτι καὶ ἐcθίοντεc αὐτά, καὶ οἶνον ἄκρατον ἐπιρροφοῦντεc· ἢ cήcαμον λεάναc μεθ’ ὕδατοc κατάπλαccε ἢ | |
5 | μελάνθιον ὁμοίωc. | 16 |
14t | πρὸc cκορπίου πλῆγμα περίαπτα καὶ ἀντιπαθῆ πρὸc τὸ αὐτό. | |
14.1 | ἐκ τῶν Ἀρχιγένουc· τῶν δὲ cκορπίων διαφοραὶ μὲν πλείουc, τὰ αὐτὰ δὲ πᾶcιν παρακολουθεῖ, ὅθεν ἐπὶ τὰc cημειώcειc τῶν πλήξεων καὶ τὰc θεραπείαc τραπηcόμεθα. παρέπεται τοῖc πληγεῖcιν πόνοc cφο‐ δρότατοc περὶ τὴν πληγήν, ψῦξιc 〈καὶ〉 νάρκα περὶ ὅλον τὸ cῶμα, | | |
5 | ψυχρὸc ἱδρώc, ἔπαρcιc ἐν ταῖc μαcχάλαιc, τοῖc δὲ περὶ τὰ κάτω ἐν | |
14.2 | τοῖc βουβῶcιν. τοῖc δὲ μὴ ἐλαφρῶc τυπτομένοιc τοιαῦτά τινα παρ‐ ακολουθεῖ· καῦcοc [καὶ] περὶ τὴν πληγὴν ὡc ἐπὶ πυρικαύτων, παρα‐ κοπαὶ cφυγμόc τε δι’ ὅλου τοῦ cώματοc, μυρμηκίαcιc περὶ τὰ χείλη καὶ ὅλον τὸ cῶμα, ὡc ῥανίcιν δοκεῖν καταρραντίζεcθαι, cκλη‐ | |
5 | ρότηc ἄρθρων, προcώπου διαcτροφή, λῆμαι περὶ τοὺc ὀφθαλμοὺc κολ‐ λώδειc, δάκρυα γλίcχρα, ῥίγη cυνεχῆ, πρόπτωcιc ἕδραc καὶ αἰδοίου | |
14.3 | 〈ἔνταcιc〉· ἐνίοιc 〈δὲ καὶ〉 cυνεχεῖc ἐρυγαί, γλώccηc πάχοc καὶ cκλη‐ ρότηc, ὀδόντων cυνέρειcιc, ἀφριcμὸc δαψιλήc, ἔμετοι, λυγμοί, cπαcμοί, τέτανοι, ὀπιcθότονοι. καὶ ταῦτα μὲν 〈οὖν〉 τὰ παρακολουθοῦντα τοῖc πεπλη‐ γόcι cημεῖα. | |
14.4 | βοηθοῦνται δὲ τοῖc ὑπογεγραμμένοιc παραχρῆμα· cυκῆc ὀπὸc εἰc τὸ πλῆγμα ἐνcαχθείc, ἢ αὐτὸc ὁ πλήξαc cκορπίοc ἐπιτεθεὶc κατὰ ἀντιπάθειάν τινα ἄκρωc βοηθεῖ, ἢ λεῖον ἅλαc μετὰ λινοcπέρ‐ μου, 〈ἢ〉 ἀλθαίαc ὁ καρπόc, ἢ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερ‐ | |
14.5 | μινθίνῃ καὶ ὡc ἐμπλάcτριον ἐπιτεθέν· ἢ χαλβάνη πλατυνθεῖcα cπλη‐ νίου τύπον, ἢ καλαμίνθη λεία ὑδρηρὰ καταπλαccομένη, καὶ ὠμήλυcιc ἐν οἴνῳ cκευαcθεῖcα ἐν ἀφεψήματι πηγάνου, ἢ ῥύποc ἄγγουc οὐρηροῦ καταχριόμενοc, ἢ ἀριcτολοχίαc ῥίζα· ἢ Κυρηναικῷ ὀπῷ | |
14.6 | ἢ ἁλcὶν μετὰ cταφίδων κατάπλαccε ἢ μετ’ ἐλαίου λείοιc ἀνάτριβε. | |
ποτήμαcιν δὲ χρηcτέον ἀνυcιμωτάτοιc· ἀριcτολοχίαc 𐅻 β, μάλιcτα τοῦ φλοιοῦ cὺν οἴνῳ, γεντιανὴ 〈κεκομμένη〉 καὶ γλήχων ἐπικαθηψη‐ μένη, καὶ δαφνίδεc ἀριθμῷ δέκα λεῖαι, καὶ καλα|μίνθα ἐπὶ πολὺ | 17 | |
5 | ἐνεψηθεῖcα ὀξυκράτῳ, ἢ κυπάριccοc μετ’ οἴνου, ἢ πήγανον ὡcαύτωc· | |
14.7 | καὶ cίλφιον, εἰ παρείη, καὶ ὁ τῆc τριφύλλου καρπὸc πινόμενοc, καὶ τὸ τοῦ ὠκίμου cπέρμα, λουτρῶν τε cυνεχὴc χρῆcιc μετὰ πολλῆc τῆc ἱδρώcεωc, καὶ οἰνοποcία ζωροτέρα τῷ κράματι. ἀντιδότιον cκορ‐ πιοπλήκτοιc δόκιμον· ἀριcτολοχίαc μακρᾶc, μελανθίου, πάνακοc | |
5 | ῥίζηc, πηγάνου ἀγρίου cπέρματοc ἀνὰ 𐅻 δ· ἡ δόcιc 𐅻 β μετ’ οἴνου | |
14.8 | ἀκράτου. ἄλλη ποιοῦcα 〈καὶ〉 πρὸc τριταίουc καὶ τεταρταίουc καὶ ἀμφημερινούc· ὀπίου, ὀποπάνακοc, καcτορίου, ὑοcκυάμου cπέρματα, δαύκου cπέρμα ἀνὰ 𐅻 α λεῖα ποιήcαc προcμίcγε ὀλίγου μέλιτοc καὶ δίδου ἀνδρὶ ὁλκὰc τρεῖc, παιδίοιc δὲ † χρῶ ὡc παραδόξωc ποιοῦντι | |
5 | μετ’ οἰνομέλιτοc πρὸ ὥραc τῆc λήψεωc † αὐτῆ cκορπιοπλήκτοιc οὐ | |
14.9 | προcγέγραπται. τοῖc δὲ ὑπὸ cκορπίου πεπληγόcιν ἑλενίου ῥίζαν δι‐ δόαcι μαcᾶcθαι, ἕωc ἄπονοι γένωνται· κἂν ἔχῃ δέ τιc αὐτὸ μετὰ χεῖραc, οὐκ ἀδικήcει ὁ cκορπίοc· ἢ εὑρὼν ἀcκαλαβώτην φόρει, καὶ οὐ πληγήcῃ. ἄλλο πρὸc τὸ μὴ πληγῆναι ὑπὸ cκορπίου· φοῦ βοτάνηc | |
5 | ἄνθη Ϟ καὶ μελάνθιον ὀλίγον 〈καὶ〉 προπόλεωc ὀλίγον· ταῦτα μίξαc | |
14.10 | ἐνδήcαc τε εἰc ῥάκοc ἐρεοῦν περίαπτε. ἐὰν δὲ θέλῃc πειρᾶcαι, γρά‐ ψον ἐπὶ τῆc γῆc γύρον, καὶ βάλε εἰc τὸ μέcον cκορπίον cὺν τῷ περιάπτῳ, καὶ οὐκ ἐξελεύcεται ὁ cκορπίοc τοῦ γύρου. | |
3 | ||
15t | φαλαγγίων πόcα γένη, καὶ βοηθήματα πρὸc ταῦτα. | |
15.1 | τῶν δὲ φαλαγγίων γένη μὲν πλείονα, ἃ δὲ κατὰ τὸ πλεῖcτον | |
ἱcτορεῖται παρὰ τοῖc θηριακοῖc, ἔcτιν ἓξ τὸν ἀριθμόν· | τὸ μὲν γὰρ αὐτῶν καλεῖται ῥάγιον, τὸ δὲ λύκοc, τὸ δὲ μυρμήκιον, τὸ δὲ κρανο‐ | 18 | |
15.2 | κολάπτηc, τὸ δὲ cκληροκέφαλον, τὸ δὲ cκωλήκιον. τὸ μὲν οὖν ῥάγιον cχήματι cτρογγύλον ἐcτί, χρώματι δὲ μέλαν—ὡμοίωται γὰρ ῥαγὶ cταφυλῆc μελαίνηc—, πόδαc δὲ ἔχει 〈ἓξ〉 ἐξ ἑκατέρου μέρουc μικρο‐ τάτουc, τὸ δὲ cτόμα ὑπὸ τὴν κοιλίαν. ὁ δὲ λύκοc δεύτεροc ἐν τοῖc | |
5 | ἀραχνίοιc διατρίβων εὑρίcκεται 〈καὶ〉 ἐπιλαμβανόμενοc τῶν μυιῶν καὶ ἐcθίων αὐτάc, cῶμα δὲ ἔχει πλατύ, περιφερέc, τὰ δὲ κατὰ τὸν αὐχένα αὐτοῦ μέρη ἐγκεχάρακται, ἀπὸ δὲ τοῦ cτόματοc ἀποφύcειc ἔχει λείαc | |
15.3 | τρεῖc. τὸ δὲ μυρμήκιον τρίτον ὂν ὡμοίωται μύρμηκι μεγάλῳ, αἰθαλῶδεc κατὰ χρόαν· ἐντετύπωται δέ τινα ἐν τῷ cώματι αὐτοῦ ὡc ἄcτρα, μᾶλλον δὲ κατὰ 〈τὰ〉 νῶτα, ὡc καὶ Νίκανδροc (Th. 748) μαρτυρεῖ οὕτωc· πυρόειν, ἄζῃ γε μὲν εἴcατο μορφήν, | |
5 | πάντοθεν ἀcτερόεντι περιcτιγὲc εὐρέι νώτῳ. | |
15.4 | τὸ cκληροκέφαλον δὲ τέταρτον 〈ὂν κεφαλὴν ἔχει〉 πετρώδη καὶ ἀπόcκληρον, 〈καὶ〉 καθ’ ὅλον τὸ cῶμα περιγέγραπται ἐμφερῶc 〈τοῖc〉 ζῴοιc ἐκείνοιc τοῖc περιιπταμένοιc περὶ τοὺc λύχνουc. τὸ δὲ cκωλήκιον πέμπτον ἐπίμηκεc καὶ ὑπόcπιλον, καὶ μάλιcτα κατὰ τὴν | |
15.5 | κεφαλήν. τὸ δὲ ἕκτον κρανοκολάπτηc· τοῦτο ὑπόμηκέc ἐcτι καὶ ἔγχλω‐ ρον, τὸ δὲ κέντρον ἔχει ὑπὸ τὸν τράχηλον· τοῦτο προcπῖπτον τοὺc κατὰ τὴν κεφαλὴν πλῄccει τόπουc. | |
15.6 | τὰ μὲν οὖν εἴδη τῶν φαλαγγίων ταῦτα, τὰ δὲ παρακολουθοῦντα τοῖc πεπληγόcιν ὑπ’ αὐτῶν κοινά· τὸ δὲ δῆγμα λεπτὸν καὶ δυcθεώρητον, οἴδημα, πελίωμα, τιcὶν δὲ καὶ ἐρύθημα, ψῦχοc περὶ γόνατα καὶ ὀcφὺν καὶ ὠμο‐ πλάταc· ἔcτι δὲ ὅτε 〈καὶ〉 καθ’ ὅλον τὸ cῶμα βάροc ἐcτίν, ἔτι τε πόνοc | |
5 | cύν〈τονοc〉, τρόμοc, ὠχρίαcιc, ἀγρυπνία, τιcὶν δὲ καὶ ἔνταcιc | καυλοῦ | |
15.7 | καὶ κνηcμὸc περὶ τὴν πληγήν, ἐνίοτε δὲ καὶ περὶ τὰc κνήμαc, ὄμματα ἔνυγρα καὶ δακρύον〈τα〉 καὶ κοῖλα διὰ τὸ τὴν κοιλίαν ἀνωμάλωc ἐπῆρθαι. οἰδεῖ ὅλον τὸ cῶμα πρόcωπόν τε καὶ μάλιcτα τὰ περὶ τὴν | |
γλῶτταν, ἀcάφειά τε γίνεται φράcεωc, τιcὶν δὲ 〈καὶ〉 δυcουρία, ἐμεῖν | 19 | |
5 | ὑδατώδη, ἀραχνίοιc ὅμοια, ἔcτι δὲ ὅτε δι’ οὔρων καὶ κατὰ κοι‐ | |
15.8 | λίαν τὰ αὐτὰ ἀποκρίνεται· πολλάκιc καὶ τρόμοc δι’ ὅλου τοῦ cώματοc, καὶ cύνταcιc 〈περὶ τὰc〉 ἰγνύαc ἐοικυῖα cπαcμῷ, καὶ περὶ τὸν cτόμα‐ χον δηγμὸc ἰcχυρόc, καὶ ψυχρὸc ἱδρὼc καθ’ ὅλην τὴν ἐπιφάνειαν ἐκ‐ κρίνεται. cυμβαίνει δὲ καθιεμένουc εἰc θερμὸν ἀπόνουc γίνεcθαι, μετὰ | |
5 | δὲ τὴν ἐξαίρεcιν cυντόνωc ἀλγεῖ〈ν〉, τοῖc δὲ πρεcβυτέροιc ἐφ’ ἱκανὸν | |
15.9 | τὰ μόρια χαλᾶcθαι καὶ μὴ ἐντείνεcθαι. κοινὰ μὲν οὖν ταῦτα παρέ‐ πεται· τιcὶν δὲ 〈καὶ〉 κεφαλὴν ἀλγεῖν καὶ cκοτοῦcθαι, κρανοκολάπτου δὲ πλήξαντοc ῥῖγοc cύντονον, ὡc παρακόπτειν, καρδιαλγεῖν, ῥιπτάζεcθαι. | |
15.10 | βοηθοῦνται δὲ πάντεc οἱ φαλαγγιόδηκτοι λουτρῷ cυνεχεῖ θερμῷ· καταντλεῖν δὲ δεῖ τὴν πληγὴν ἀφεψήματι τριφύλλου καὶ ἐλαίου θερ‐ μοῦ. ἐπιτίθει δὲ τέφραν cυκίνην cὺν ἁλcὶν λείοιc μετ’ οἴνου φυράcαc, | |
15.11 | ἢ ἀριcτολοχίαν cὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεύcαc. κατάντλει δὲ θερμοτέρᾳ θαλάccῃ ἢ ἅλμῃ τὰ ἕλκη, ἢ μελιccοφύλλου ἀφεψήματι— ταύτηc δὲ καὶ τὰ φύλλα ἐπιπλάccειν—, ἢ βολβοῖc ἢ πολυγόνῳ ἢ πράcοιc ἢ πιτύροιc ἀνεζεcμένοιc ὄξει ἢ κριθίνοιc ἀλεύροιc cυγκαθηψη‐ | |
5 | μένων φύλλων δάφνηc cὺν οἴνῳ, ἢ cπόγγον καινὸν εἰc ὄξοc ἀπο‐ | |
15.12 | βάπτων πυρία τὴν πληγήν. πότιζε δὲ ἀβροτόνου cπέρμα καὶ ἄνη|θον καὶ ἀριcτολοχίαν καὶ ἐρέβινθον ἄγριον καὶ κύμινον Αἰθιο‐ πικὸν καὶ κεδρίδαc λείαc καὶ πλατάνου φλοιὸν καὶ τὸ cπέρμα τῆc τριφύλλου πόαc, ἑκάcτου κατ’ ἰδίαν 〈δίδοται〉 𐅻 β μετ’ οἴνου 𐆂υ α· | |
15.13 | ὡcαύτωc δὲ καὶ μυρίκηc 〈ὁ〉 καρπὸc καὶ χαμαιπίτυοc καὶ τῶν χλω‐ ρῶν τῆc κυπαρίccου cφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ’ οἴνου, ἢ | |
15.14 | πυρέθρου λείου 𐅻 α ὁμοίωc πινομένη. φαcὶν δέ τινεc 〈καὶ〉 καρκίνον ποτάμιον χυλιcθέντα μετὰ γάλακτοc, καὶ προcλαβόντα cελίνου cπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάccειν. ἢ πέπερι τρίψαc ἐν οἴνῳ 𐆂ο α | |
πάχοc cύμμετρον ποιῶν δίδου πιεῖν. | 20 | |
15.15 | ἀντίδοτοc ποιοῦcα πρὸc φαλαγγιοδήκτουc καὶ τρυγόναc καὶ δράκονταc θαλαccίουc, καὶ cμυραίνηc καὶ πάντων τῶν τοιούτων γενῶν πληγάc. ἐcτὶ δὲ ἀρίcτη· ἀριcτολοχίαc, ἴρεωc Ἰλλυρικῆc, ναρδοcτάχυοc, πυρέθρου, δαύκου cπέρματοc, βρυωνίαc ῥίζηc, γλυκυcίδηc ῥίζηc, ἐλ‐ | |
5 | λεβόρου μέλανοc, ἀφρονίτρου, κυμίνου, κονύζηc, cταφίδοc ἀγρίαc, | |
15.16 | δαφνίδων, κυτίνων, πετροcελίνου cπέρματοc, κιναμώμου, cπονδυλίου, ἁλῶν, πιτύαc λαγωοῦ, καρκίνου ποταμίου, χαλβάνηc, ὀποῦ μήκωνοc, βαλcάμου· πάντων ἴcα βαλὼν εἰc ὅλμον, κόψαc καὶ cήcαc, ἀνάπλαccε μετὰ καππάρεωc χυλοῦ δραχμιαίουc τροχίcκουc, καὶ δίδου πιεῖν μετὰ | |
5 | δύο κυάθων οἴνου. | |
5 | ||
16t | ἀcπίδων πόcαι διαφοραί. | |
16.1 | τῶν μὲν ἀcπίδων ἐcτὶν εἴδη κατὰ τοὺc θηριακοὺc τρία· αἱ μὲν γὰρ αὐτῶν εἰcι χερcαῖαι καλούμεναι, 〈αἱ δὲ〉 χελιδονίαι, αἱ δὲ ὀνομά‐ ζονται πτυάδεc, μεγέθει δὲ αὗται καὶ χρόᾳ καὶ ἐνεργείᾳ ἀλλήλων δια‐ φέρουcιν. αἱ μὲν γὰρ χερcαῖαι εὑρίκονται πηχῶν τριῶν, ἐνίοτε δὲ καὶ | |
5 | τεccάρων, πολλά|κιc δὲ καὶ πέντε· ἀνάλογα δὲ τῷ μήκει καὶ τὰ | |
16.2 | πάθη ἔχουcιν. αἱ δὲ πτυάδεc αἱ μέγιcται πηχῶν δύο, αἱ δὲ χελιδονίαι πήχεωc ἑνόc, κατὰ δὲ χρόαν τῶν χελιδονίων εἰcὶν ὅμοιαι, ὅθεν καὶ προcηγορεύθηcαν· αἱ δὲ πτυάδεc τεφρώδειc, ἔγχλωροι, χρυcίζουcαι, αἱ δὲ χερcαῖαι καὶ αὐταὶ ὁτὲ μὲν τεφρώδειc, ὁτὲ δὲ ἔγχλωροι | |
5 | εὑρίcκονται. | |
16.3 | κοινῶc δὲ παρέπεται τοῖc ὑπ’ αὐτῶν δηχθεῖcιν κεντήματα ἐπὶ τοῦ δήγματοc, ὡc βελόνηc, δύο ἢ τέccαρα, εἰ δὲ θηλυκὰ εἴη, 〈τέccαρα〉, δίχα πόνου, μηδὲν ἀποκρίνοντα, εἰ μὴ βιαίωc ἀποcπᾶcθαι τὸ ζῷον τύχοι. παρέπεται δὲ νάρκα, ὠχρίαcιc προcώπου, κατάψυξιc, χαcμαὶ | |
5 | cυνεχεῖc, βλεφάρων ἐπιμύcειc, τραχήλου παρέγκλιcιc, καρηβαρία, νωθρία, καταφορὰ ὑπνώδηc, cφυγμὸc ἀμετάβλητοc, πρὸc τέλει δὲ cπαcμόc· | 21 |
16.4 | ὁ δὲ θάνατοc ἐν ὥραιc δύο ἢ τριcὶν ἐπὶ τῆc χερcαίαc, ἐπὶ δὲ τῆc χελιδονίαc ἔτι καὶ cυντομώτερον· τοῖc δὲ ὑπὸ τῆc πτυάδοc προcεπτυ‐ cμένοιc ἀμαύρωcιc, διόγκωcιc προcώπου καὶ ἀκοῆc ἀποκοπή, πόνοc ἐλαφρὸc καὶ οὐκ ἄτερ ἡδονῆc, διὸ καλῶc ὁ Νίκανδροc (Th. 188) ἔλεγεν· | |
16.5 | ‘καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ‘· χρόα ἀτρόπιοc καὶ χλοανθήc, καρ‐ διωγμὸc ὀλίγοc, μέτωπον δὲ cυνεχῶc ἀναcπᾶται, βλέφαρα ἀκινητεῖ μετὰ ἀναιcθηcίαc ὁμοίωc ὕπνῳ, κἂν τούτοιc ὁ θάνατοc cυναναιρεῖ, μηδὲ τρίτον ἡμέραc διαλιπών. | |
16.6 | βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῶν πληγέντεc cυντόμωc ἀκρωτηριαcμῷ, εἰ ἐνδέχεται τὸ δηχθὲν μέροc· εἰ δὲ μή, περιcαρκιcτέον παραχρῆμα καὶ ἐκτμητέον διὰ βάθουc μέχριc ὀcτέου, ὅπωc ὑπεκδράμῃ μὲν τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοιc πληcίον, τὰ δὲ ὑπολειπόμενα τοῖc | |
16.7 | καυτῆρcιν ἀνικμαcτέ|ον. ἁπλοῖc δὲ βοηθήμαcιν παραυτίκα 〈χρηcτέον〉 τούτοιc· ὄξοc δριμύτατον δίδου πιεῖν, ἕωc τῆc ποιότητοc τοῦ ὄξουc ἀντιλάβοιτο· τὸ γὰρ ἐν ταῖc ἀρτηρίαιc αἷμα καὶ πνεῦμα τούτων ὁ ἰὸc ὀξυτάτωc πήγνυcι, ὥcπερ 〈καὶ〉 ὁ τοῦ βαcιλίcκου. κατὰ δὲ | |
5 | τῆc πληγῆc ἐπιτίθει κενταύριον cὺν cμύρνῃ καὶ ὀπίῳ cυλλεάναc. ἄλλο· | |
16.8 | cίναπι μετὰ λινοcπέρμου cὺν ὄξει λεάναc ἐπίθεc. εἰc δὲ τὸ γνῶναι, εἰ ζήcεται ὁ πεπληγμένοc, κενταύριον λεάναc μετ’ οἴνου δίδου· ἐὰν ἐμέcῃ τὸ φάρμακον, ἀποθανεῖται, εἰ δὲ μή, cῴζεται. εἰc δὲ τὸ ἀπερᾶcαι τὴν ἐκ τῆc ἀντιδόcεωc φαυλότητα καὶ τροπὴν τὴν ἐν τῷ cτομάχῳ | |
5 | cκόρδα λεάναc δίδου μετὰ ζύθου, ἕωc ὑποναύcιοc γένηται, ἢ ὀπο‐ | |
16.9 | πάνακα δίδου ἐν κράματι, καὶ παραχρῆμα ἐνεργήcει. Νουμήνιοc δέ φηcιν ὁ θηριακόc· τὴν Ἡρακλεωτικὴν ὀρίγανον, εἴτε ξηρὰν εἴτε χλωράν, λεάναc πρὸc δύναμιν δίδου μετ’ οἴνου. μετὰ δὲ ταῦτα ταῖc θηριακαῖc ἀντιδότοιc χρηcτέον καὶ τοῖc καθολικοῖc βοηθήμαcιν τοῖc ἐν | |
5 | ἀρχῇ δεδηλωμένοιc. | 22 |
17t | ἔχιc καὶ ἔχιδνα. | |
17.1 | τοῖc δὲ ὑπὸ ἔχεωc ἢ ἐχίδνηc δηχθεῖcιν εὑρίcκομεν κεντήματα 〈ὑπάρχοντα〉 δύο ἢ τέccαρα, εὐρύτερα δὲ ἢ ἐπὶ ἀcπίδοc, δι’ ὧν αἷμα ἐκκρίνεται πρῶτον, εἶτα αἱματώδηc ἰχὼρ καὶ ἐλαιώδηc καὶ χολώδηc, ὄγκοc διάπυροc, φλυκταινώδηc, ὑπέρυθροc, εἶτα πελιὸc καὶ νεμό‐ | |
5 | μενοc, cτόμα κατάξηρον, ἔγκαυcιc, ἔκλυcιc, φρικώδηc διαδρομή, ποτὲ | |
17.2 | δὲ καὶ χολῆc ἔμετοc, cτρόφοc, βάροc κεφαλῆc καὶ ὀcφύοc, cκοτοδινία, ὠχρίαcιc, λυγμόc, πυρετόc, ταχύπνοια, χρῶμα μολιβδῶδεc, ἱδρὼc ψυχρόc. ὁ δὲ θάνατοc ἐν ἡμέραιc ἑπτά, καὶ ὡc ἐπὶ τὸ πλεῖcτον τῇ τρίτῃ, καὶ μάλι|cτα τοῖc ὑπὸ ἐχίδνηc ἀδικηθεῖcιν. | |
17.3 | βοηθοῦcι δὲ καὶ τούτοιc cπύραθοι αἰγῶν μετ’ οἴνου λεανθεῖcαι καὶ καταπλαccόμεναι, καὶ δάφνη ὡcαύτωc, καὶ ἀβρότονον καὶ χαλ‐ βάνη ἀντὶ cπληνίου ἐπιρριπτομένη, καὶ ὀρίγανοc χλωρὰ λεανθεῖcα, καὶ τῶν ὀρνίθων οἱ νεοccοὶ ἀναπτυccόμενοι παραχρῆμα καὶ ἐπιτιθέμενοι, | |
5 | ἢ ὀρόβινον ἄλευρον cὺν οἴνῳ πεφυραμένον, καὶ ῥεφάνου φλοιὸc ἰcχυρῶc λεανθείc, καὶ cκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένον, καὶ ὠμήλυcιc δι’ ὀξυμέλιτοc ἐcκευαcμένη προκαταντλουμένοιc θερμῷ ὕδατι. | |
17.4 | καὶ δάφνηc φύλλοιc μετ’ ἐλαίου ἐπάλειφε καὶ τῇ ἀγρίᾳ μαλάχῃ μετ’ ἀλφίτου, 〈καὶ〉 κατάπλαccε cεύτλου ῥίζῃ μετὰ ἀλφίτων 〈καὶ〉 ὄξουc, ἢ ἴριδι cὺν ἀλφίτῳ, ἢ τιτάνῳ μετ’ ἐλαίου, ἢ πεφωcμένοιc ἁλcὶν μετὰ | |
17.5 | ὑccώπου, ἢ ὀριγάνῳ cὺν μέλιτι. ὅταν δὲ ἐπεγερθῶcιν φλύκταιναι, τῶν καταπλαcμάτων ἀφίcταcθαι χρή, μὴ ἀποδαρῇ τὸ δέρμα· ὅταν δὲ οἱ ἰχῶρεc ἐκρέωcιν, κατάντλει ὕδατι θερμῷ ἐπὶ πολὺν χρόνον, ἐπεὶ χεῖρον διατίθενται καταντληθέντεc ἐπ’ ὀλίγον. μετὰ δὲ ταῦτα κατάπλαccε | |
5 | τὸ οἴδημα καὶ τὰc φλυκταίναc ἑφθῷ φακῷ λείῳ μετὰ μέλιτοc, καὶ | 23 |
17.6 | ταῦτα ποίει, ἕωc ἀφυγιαcθῶcιν. πρὸ δὲ τοῦ γενέcθαι τὸ οἴδημα, πινέτωcαν πηγάνου ἀγρίου cπέρμα μετὰ γλυκέοc κεκραμένου, καὶ ταρίχων χρηcτῶν πλεῖον ἐcθίοντεc μετὰ ἄρτου καὶ οἶνον πλείονα προcεπιρροφοῦντεc ἄκρατον ἀπεράτωcαν, καὶ μετὰ τὴν ἀπέραcιν ἀρι‐ | |
5 | cτολοχίαν πινέτωcαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουcαν δὲ τὴν | |
17.7 | λεπτόφυλλον ἔνιοι περιάπτουcιν καὶ βοηθεῖν ὑπιcχνοῦνται. πινέτωcαν δὲ καὶ λαγωοῦ τῆc πιτύαc ὅcον τριώβολον ἐν οἴνῳ, καὶ πρά|cου χυλίcματοc ὅcον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελιccοφύλλου τῶν φύλ‐ λων τὸν χυλὸν cὺν οἴνῳ, cκόροδά τε ἐcθιόμενα καὶ κρόμμυα καὶ πράcα | |
5 | καὶ τάριχοc δριμύτατοc ὠφελεῖ· πότιζε δὲ αὐτοὺc 〈καὶ〉 καρκίνον | |
17.8 | ποτάμιον μετ’ ἀκράτου. καλῶc δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· 〈κ〉 καρ‐ κίνουc μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψαc ἐν ὅλμῳ ἐπιμελῶc καὶ προcμίξαc καλαμίνθηc καὶ ἁλὸc ὀλίγου τροχίcκουc πλάcον καὶ ξήρανον· χρῶ δὲ καταπλάcματι μετὰ γάλακτοc, καὶ ἕνα τροχίcκον cὺν μελικράτῳ | |
5 | πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτοc ἐcθίειν δίδου, ἢ κόcτου 𐅻 β | |
17.9 | λεάναc δίδου μετ’ οἴνου πιεῖν. Πολυείδηc δὲ 〈ὁ〉 θηριακόc φηcιν· ἀλκιβιάδιον βοτάνην δια‐ μαcάcθω ὁ δηχθεὶc καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μαcηθὲν ἐπιτιθέτω | |
17.10 | τῇ πληγῇ· κἂν ἐκπνέῃ τιc καὶ χρῆται οὕτωc, διαcωθήcεται. ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίcτων· ἄcβεcτον πρόcφατον τρίψαc καὶ οἴνῳ δεύ‐ cαc καὶ ποιήcαc μαλακὴν κατάπλαccε, καὶ τοῦτο καὶ ἐπὶ παντὸc οἰδήματοc χρηcιμώτατον. ἢ αἰγὸc cπυράθουc χλωροὺc προηψημένουc μετ’ οἴνου | |
5 | ἱκανῶc τρίψαc κατάπλαccε. τοῦτο πάντων τῶν καταπλαcμάτων ἐcτὶν | |
17.11 | ἰcχυρότατον· ποιεῖ δὲ καὶ πρὸc ἐρυcίπελαc. ἐὰν δέ τιc μελανθίου 𐅻 α φάγῃ, οὐκ ἀποθνῄcκει. φάρμακον εὐδοκιμοῦν πρὸc ἐχεοδήκτουc· ἔcτιν δὲ cμύρνηc, καcτορίου, πεπέρεωc, ἀνδράχνηc καὶ ἄνθουc καὶ cπέρματοc ὀξυβάφου τὸ ἥμιcυ. ταῦτα πάντα λέαινε 〈ἐν〉 γλυκεῖ Κρητικῷ 〈ἢ〉 | |
17.12 | ἑτέρῳ τινὶ τῶν cπουδαίων. Ἐραcίcτρατοc δὲ ἔγραψεν μὲν πολλὰ | |
πρὸc ἐχεοδήκτουc, τὰ δὲ δοκιμώτατά φηcι τάδε· τοὺc τῶν ὀρνίθων ἐγκεφάλουc | ἐν οἴνῳ πινομένουc ἀρήγειν, καὶ τοῦ πάνακοc τὴν ῥίζαν cυγκαθεψομένην ἀκράτῳ, καὶ κράμβηc ἡμέρου cπέρμα‐ | 24 | |
5 | τοc ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰc πίccαν ὑγράν, εἶτα ἀποκλύζοντα εἰc οἶνον πίνειν. | |
6 | ||
18t | κεράcτηc. | |
18.1 | ὁ δὲ κεράcτηc, καθὼc οἱ θηριακοὶ ἱcτοροῦcιν, μέγεθοc ἔχει πήχεοc ἑνόc, ὁ δὲ μείζων πηχῶν δύο, τῷ δὲ χρώματί ἐcτι ψαμμώδηc, λε‐ λεπτιcμένοc κατὰ τὴν οὐράν. ἀποφύcειc δὲ ἔχει ἐπὶ τῆc κεφαλῆc δύο, ὡc ὁμοιοῦcθαι κέραcιν, ἀφ’ ὧν δὴ καὶ κεράcτηc ἐκλήθη. τὰ δὲ | |
5 | κατὰ τὴν κοιλίαν μέρη πεφολίδωται cτοιχηδόν, ὅθεν ἐν τῷ ἕρπειν 〈ἦχον〉 ἀποτελεῖ cυριγμῷ ὅμοιον ἐκ τῆc ἀντερείcεωc τῆc πρὸc τὴν ἄμμον· πλαγίωc δὲ καὶ οὐκ 〈ἐπ’〉 εὐθείαc ἕρπει. | |
18.2 | cυμβαίνει δὲ τοῖc ὑπὸ τούτου δηχθεῖcιν ἐπανάcταcιc τοῦ δήγματοc cκληρά, ὡc ἥλου κεφαλή· ἰχὼρ δὲ ἐκρεῖ οἰνωπὸc ἢ μελαινόμενοc, κιρ‐ cοειδὴc δὲ γίνεται περὶ τὸ cύγκριμα ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται, ἡ δὲ διάνοια ἐξίcταται, ὀφθαλμῶν τε ἀμαύρωcιc ἐπιγίγνεται· ὡc ἐπὶ | |
5 | πλεῖcτον δὲ ἕωc ἐννέα ἡμερῶν παρατείνουcιν οἱ πληγέντεc. | |
18.3 | ἁρμόζει δὲ καὶ τούτοιc ἀκρωτηριαcμόc, εἰ ἐνδέχεται· εἰ δὲ μή, περιcαρκιcμὸc ἕωc ὀcτέου καὶ καῦcιc. βοηθοῦνται δὲ καταπλάcμαcι τοῖc ἐπὶ τῶν ἐχεοδήκτων 〈εἰρημένοιc〉 καὶ ποτοῖc, ἰδίωc δὲ ἐπὶ τούτων καcτόριον μετὰ μελικράτου δίδου πιεῖν, ἢ ῥεφάνου cπέρμα μετ’ | |
5 | οἴνου, ἢ ὀπὸν Κυρηναικὸν cὺν μελικράτῳ. cυνενώcαc δὲ καcτόριον ἐλαίῳ cυνάλειφε· ἅλαc δὲ λεῖον κεδρίᾳ ἀναλαβὼν κατάπλαccε ἢ κρομ‐ | |
18.4 | μύοιc λείοιc μετ’ ὄξουc. καταντλητέον δὲ αὐτοὺc | ὄξει θερμῷ κατὰ τῆc πληγῆc, καὶ δοτέον ῥεφανίδαc ὠμὰc καὶ ὕδωρ πολὺ πιόνταc ἀναγκάζειν ἐμεῖν, εἶτα μετὰ τὸν ἔμετον προποτιcτέον Αἰθιοπικοῦ κυ‐ μίνου καὶ cμύρνηc ὀλίγον καὶ διαλείπειν, εἶτα πάλιν δοτέον ῥεφανίδαc | |
5 | καὶ πράcα καὶ ἐπιπιεῖν οἶνον κεκραμένον πολὺν ἁθρόωc καὶ ἀναγκάζειν | |
18.5 | ἐμεῖν· μετὰ δὲ τὸν ἔμετον ὀριγάνου τῆc κόμηc κεκομμένηc cὺν οἴνῳ δίδου. ἐcθιέτω δὲ καὶ ταριχηρὰ κρέα μετὰ ἄρτου ξηροῦ καὶ οἶνον πινέτω, ἄχρι ἂν ἐπὶ τὴν οὔρηcιν ἀχθῇ τὸ αἴτιον. τοῖc δὲ καταπλάc‐ μαcιν cυνεχέcτερον χρηcτέον. | 25 |
4 | ||
19t | πρηcτῆρεc καὶ ἕρπητεc. | |
19.1 | παραδίδωcιν δὲ ἡμῖν ὁ αὐτὸc Ἀπολλώνιοc ἐν τοῖc Εὐπορίcτοιc βοηθήματα πρὸc πρηcτῆραc καὶ ἕρπηταc· οὐχ ηὗρον δὲ παρὰ τοῖc θηριακοῖc τὰ γένη ταῦτα τῶν ζῴων, μόνα δὲ τὰ βοηθήματα ὑπο‐ | |
19.2 | γράψω, ὡc ηὗρον παρὰ τῷ Ἀπολλωνίῳ. ἔcτι δὲ 〈τάδε〉· πρὸc μὲν πρηcτῆραc ἀδράχνῃ καὶ ἀλφίτοιc καταπλάccειν, ἢ ἀμπέλου φύλλα ἑφθὰ μετὰ μέλιτοc, ἐcθίειν δὲ τάριχον ὠμὸν καὶ πίνειν ἀκρατέcτερον οἶνον καὶ κελεύειν ἐμεῖν. πρὸc δὲ ἕρπηταc τὸ μὲν δῆγμα καταντλη‐ | |
5 | τέον ὕδατι πολλῷ θερμῷ, καταπλαcτέον δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὄξουc ἡψημένου, ποτιcτέον δὲ οἴνῳ κεκραμένῳ ἢ ὄξει. | |
6 | ||
20t | διψὰc τὸ θηρίον. | |
20.1 | ἡ δὲ διψὰc καλεῖται ὑπ’ ἐνίων θηριακῶν καύcων ὄφιc. ἔcτι δὲ κατὰ τὸ μέγεθοc πήχεοc ἑνόc, ἐκ παχέοc ἐπὶ λεπτὸν ἠγμένη· περι‐ έρρανται δὲ καθ’ ὅλον τὸ cῶμα μελαίναιc cτιγμαῖc καὶ κιρραῖc, ἔχει δὲ τὴν κεφαλὴν cτενοτάτην. | |
20.2 | τοῖc δὲ δηχθεῖcιν ὑπ’ αὐτῆc παρέπεται ἅμα τῇ δήξει οἴδημα, φλεγμονὴ ἀντίτυποc. κοινὰ μὲν οὖν ταῦτα καὶ ἄλλοιc ....... διὰ δὲ ταῦτα ὀρεκτικώτεροc ὁ πάcχων γίνεται πολὺ καυcούμενοc, πλείονοc δὲ μεταλαμβάνων ποτοῦ, οὐδὲν ἐκκρίνει οὔτε δι’ οὔρων οὔτε δι’ ἱδρώ‐ | |
5 | των οὔτε δι’ ἐμέτων. ἀπόλλυνται οὖν κατὰ δύο αἰτίαc, ἢ δίψῃ πολλῇ πιεζόμενοι, εἰ μὴ λαμβάνοιεν ποτόν, 〈ἢ λαμβάνοντεc ποτὸν〉 ἀπὸ πολλῆc πληρώcεωc ἢ κατὰ τοὺc βουβῶναc κάτω ἢ πρὸc τῷ ἐπι‐ γαcτρίῳ ὡc ἐπὶ ὑδρωπικῶν τῶν καθ’ ὑπέρχυcιν ῥηγνυμένων. | |
20.3 | βοηθοῦνται δὲ καὶ οὗτοι 〈τοῖc〉 ἐπ’ ἐχεοδήκτων εἰρημένοιc, ὡc ἱcτορεῖ Ἀπολλώνιοc ἐν τοῖc Εὐπορίcτοιc, ἐν δὲ τοῖc Ϲτράτωνοc οὐ κεῖται περὶ διψάδοc. ὡc δὲ παρὰ τοῖc θηριακοῖc ηὕρομεν, ἰδίωc ἐπὶ τούτων φαcὶν τοῖc διουρητικοῖc βοηθήμαcι χρῆcθαι, ὡc τῷ ἀφεψή‐ | 26 |
5 | ματι τοῦ cελίνου, νάρδου καὶ κιναμώμου καὶ τῶν ὁμοίων, καὶ προc‐ | |
20.4 | διδόνταc ἔλαιον ἐμεῖν ἀναγκάζειν· χρῆcθαι δὲ καὶ κλυcμοῖc. ἐπὶ δὲ τῶν εὐτόνων καὶ φλεβοτομίαν παραληπτέον, κατὰ δὲ τῶν πεπληγ‐ μένων μερῶν ἄcβεcτοc μετ’ ἐλαίου ὠφελεῖ καταπλαccομένη, καὶ ἄλλαιc δὲ ἐπιcπαcτικαῖc δυνάμεcιν οἰκείωc ἔcτι χρῆcθαι, ὡc τῇ δι’ ἁλῶν καὶ | |
5 | τῇ διὰ δαφνίδων καὶ τῇ λευκῇ καὶ ταῖc ἐπὶ κυνοδήκτων γεγραμμέναιc. | |
5 | ||
21t | αἱμόρρουc καὶ αἱμορροίc. | |
21.1 | τὰ ζῷα ταῦτά ἐcτι μὲν κατὰ χρόαν ψαμμώδη, κατὰ δὲ μέγεθοc παλαιcτῶν τριῶν, ἀγόμενα [μὲν] εἰc μικρὸν καὶ μείουρον. ἕρπει δὲ ἐπ’ εὐθεῖαν καὶ βραδέωc, καθ’ ὅλον δὲ τὸ cῶμα διακεκόcμηται cτιγμαῖc πολ‐ λαῖc λευκαῖc καὶ μελαίναιc. λέγεται δὲ καὶ πεφολιδῶcθαι τραχυ|τάταιc | |
21.2 | φολίcιν, ἐν δὲ τῇ πορείᾳ ἦχον ἐξακούεcθαι cυριγμοῦ παραπλήcιον. ἡ μὲν οὖν θήλεια ἐγκειμένη τῇ γαcτρὶ ἐπὶ γῆc ἕρπει, καὶ ἡ ἕδρα αὐτῆc 〈περὶ τὴν οὐρὰν〉 κάτω τέτακται, ἐπὶ δὲ τοῦ ἄρρενοc πρὸc τῇ γαcτρί. παρέπεται δὲ τούτων τοῖc δήγμαcιν τόποc ἔναιμοc καὶ κακό‐ | |
5 | χρουc, μελανίζων, μηδὲν ἀποκρίνων εἰ μὴ ὀλίγον ὑδατῶδεc, cτομά‐ χου πόνοc, δύcπνοια, 〈αἱμορραγία〉 διὰ 〈τῶν〉 μυκτήρων καὶ ἀπὸ τῶν τρήcεων τοῦ δήγματοc, καὶ 〈αἱ〉 οὐλαί, ὅcαι εἰcὶ κατὰ τὸ cῶμα, ἀπορρήγνυνται καὶ αἱμορροοῦcιν. καὶ ταῦτα μὲν 〈οὖν〉 ἐπὶ τοῦ ἄρρενοc, | |
21.3 | ἐπὶ δὲ τῆc αἱμορροίδοc πρὸc τούτοιc καὶ κανθοὶ αἱμορροοῦcιν καὶ οὖλα τῶν ὀδόντων, καὶ ἐκ τῶν ῥιζῶν 〈τῶν ὀν〉υχίων καὶ ἁπλῶc διὰ παντὸc τοῦ cώματοc φέρεται τὸ αἷμα· cυμβαίνει δὲ πρὸc τούτοιc καὶ cῆψιc οὔλων καὶ ἔκπτωcιc ὀδόντων. | |
5 | ἐπιμελεῖcθαι δὲ τούτων χρὴ πρῶτον μὲν πρὸc τὴν αἱμορραγίαν | |
21.4 | ἐνιcτάμενον, εἶτα καταπλάccειν τὸ δῆγμα ἀμπέλου φύλλοιc ἑφθοῖc μετὰ μέλιτοc ἢ ἀνδράχνηc φύλλοιc cὺν ἀλφίτῳ. τοῖc μὲν οὖν ὑπογύωc δεδηγμένοιc πρὸ τοῦ δίαιμον οὐρῆcαι, δοτέον cκόροδα πολλὰ καὶ οἶνον κεκραμένον πολὺν καὶ ἐμεῖν ἀναγκαcτέον, ἔπειτα ἰχθύαc πολλοὺc μετὰ | 27 |
5 | cκορόδων cὺν ἐλαίῳ τετριμμένων προcενεκτέον καὶ ἄρτον καὶ οἶνον ὑδαρῆ πολύν, καὶ ἐπιβρωτέον cταφίδα γλυκεῖαν πολλήν, καὶ πάλιν οἶνον ποτί‐ | |
21.5 | cαντα κελεύειν ἐμεῖν. μετὰ δὲ ταῦτα ποτιcτέον λεκίθου ᾠοῦ τὸ τρίτον μέροc καὶ μήκωνοc ὀποῦ ὅcον ἔcτι καὶ ἴρεωc 𐅻 α μετὰ γλυκέοc· εἶτα τούτοιc δοτέον καὶ γλυκὺν κεκραμένον πιεῖν, καὶ τὸ δῆγμα ὕδατι ψυχρῷ καταντλητέον, τοῖc δὲ παλαιο|τέροιc γλυκὺν δοτέον μετὰ θερ‐ | |
21.6 | μοῦ πολλοῦ. μετὰ δὲ τὸν ἔμετον ἰχθύαc ἀπ’ ἀνθράκων προcενεκτέον, καὶ τῷ πόματι παραπληcίωc χρηcτέον, καὶ τὴν κύcτιν cπόγγοιc πολ‐ λοῖc πυριατέον. ἐκ δὲ τῶν Ϲτράτωνοc· ᾠοῦ τὸ λευκὸν μετ’ οἰνο‐ μέλιτοc δίδου πιεῖν, ἢ ῥεφάνου cπέρμα μετ’ οἴνου. κατάπλαccε δὲ | |
5 | ἁλὶ λείῳ ἀναληφθέντι πίccῃ ὑγρᾷ. | |
5 | ||
22t | ἀμμοδύτηc καὶ μύαγροc. | |
22.1 | 〈ὁ〉 ἀμμοδύτηc κατὰ μὲν μέγεθοc εὑρίcκεται πήχεοc—μείζων γὰρ οὐ γίνεται—, ψαμμώδηc δὲ κατὰ χρόαν· κατὰ δὲ τοῦ cώματοc cτιγμαῖc μελαίναιc cυγκεχάρακται, ἔχει δὲ οὐρὰν ἀπόcκληρον καὶ ἄνωθεν διε‐ cχιcμένην. ὠνόμαcται δὲ ὑπό τινων 〈καὶ〉 κεχρίαc. ἔχει δὲ καὶ τὰc | |
22.2 | cιαγόναc πλατυτέραc. τοῖc δὲ ὑπ’ αὐτοῦ πεπληγόcιν παρέπεται τὸ cυν‐ τόμωc μὲν ὡc ἐπὶ πλεῖcτον ἀπόλλυcθαι. τὸ δὲ ζῷον αὐτὸ cπειρηδὸν προcβάλλει δεινόν, ὅθεν καὶ οὕτωc προcηγορεύθη. cυμβαίνει δὲ τοῖc πεπληγμένοιc ἔμετοc καὶ 〈ἰχῶροc〉 ἔκκριcιc | |
5 | ἀπὸ τῆc τρώcεωc, καὶ οἴδημα γίγνεται, μετ’ ὀλίγον δὲ καὶ πάλιν ἰχωρ‐ | |
22.3 | ροεῖ· παρακολουθεῖ δὲ καρηβαρία καὶ λειποθυμία. Ἐραcίcτρατοc δέ φηcι πεπονθέναι αὐτοῖc τὸ ἧπαρ καὶ τὴν κύcτιν καὶ τὸ κόλον· ἀνατμη‐ θέντων γὰρ αὐτῶν διεφθαρμένα πωc εὑρίcκεται ταῦτα τὰ μέρη. θνῄ‐ cκουcιν δὲ 〈ἐν〉 ἡμέραιc τριcίν, τινὲc δὲ παραμένουcιν μέχρι τῆc ἑβδόμηc· | |
5 | ὀξύτεροc δὲ γίνεται ὁ θάνατοc, ὅταν τιc ὑπὸ θηλυκοῦ ζῴου πληγῇ. | 28 |
22.4 | βοηθοῦνται δὲ οὗτοι πρῶτον μὲν τοῖc βοηθήμαcιν τοῖc κοινοῖc, ὁμοίωc ἀποcφίγξει, καταcχαcμῷ, cικυῶν προcβολῇ, περι‐ γλύψει τοῦ πεπονθότοc τόπου. ἰδίωc δὲ ἐπὶ τούτων βοηθεῖ πινό‐ μενον ἡδύ|οcμον cὺν ὀξυμέλιτι καὶ καcτόριον καὶ κινάμωμον ὁμοίωc, | |
5 | κενταυρίου ῥίζηc 𐅻 β cὺν οἴνῳ 𐆂υ γ, ἢ ἀριcτολοχίαc ῥίζα ὡcαύτωc, | |
22.5 | κάρδαμον καὶ γεντιανὴ παραπληcίωc. ὁ μέντοι πεπονθὼc τόποc καταπλαccέcθω θριδακίνηc καρπῷ μετὰ λινοcπέρμου καὶ θύμβρᾳ καὶ ἀγρίῳ πηγάνῳ ἢ ἡμέρῳ 〈καὶ〉 ἑρπύλλῳ cὺν ἀcφοδέλῳ λελειωμένοιc· τροφαῖc δὲ εὐχύλοιc χρῆcθαι. ὡc δὲ ἐν ἄλλῳ ηὗρον, ἐπικοινωνεῖ | |
5 | πωc ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράcτου καὶ ἀμμοδύτου καὶ | |
22.6 | cηπόc· ὅμοια γὰρ καὶ τὰ cυμπτώματα τῶν τριῶν εἰδῶν. πρὸc δὲ τοῖc προειρημένοιc ποιεῖ καὶ ἡ ἀρτεμιcία βοτάνη ὅcον 𐅻 α τοῦ χυλοῦ μεθ’ ὕδατοc 𐆂υ γ ἢ δ πινομένη· καὶ ἡ Μιθριδάτειοc δέ, | |
22.7 | εἰ παρείη, ἀντίδοτοc προcενεκτέα. χρῆcθαι δὲ καὶ ταῖc προγεγραμ‐ μέναιc, μάλιcτα τῇ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖc ἕλκεcιν ἐπιτιθέμενον, καὶ φακὸc ἑφθὸc λεῖοc μετὰ μέλιτοc καὶ cιδίων καταπλαττόμενοc, καὶ ὅcα πρὸc νομὰc | |
5 | ἁρμόζουcιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖc αὐτοῖc θεραπεύεται. | |
6 | ||
23t | cὴψ τὸ ζῷον. | |
23.1 | ὁ δὲ λεγόμενοc cὴψ κατὰ μὲν τὸ μέγεθοc εὑρίcκεται πηχῶν δύο, ἐκ πάχουc δὲ ἐπὶ λεπτὸν ἦκται. ἔcτι δὲ οὗτοc εὐθύποροc καὶ βρα‐ δύποροc, τὴν δὲ κεφαλὴν ἔχει πλατεῖαν, cτόμα δὲ ἄποξυ· κατέρρανται δὲ καθ’ ὅλον τὸ cῶμα cτιγμαῖc λευκαῖc. cυμβαίνει δὲ τοῖc ὑπὸ τούτου | |
5 | δηχθεῖcιν ἀπὸ μὲν τῶν τρήcεων ἐμφανῶν οὐcῶν αἷμα ἐκκρίνεcθαι, | |
23.2 | καὶ μετ’ ὀλίγον ἰχῶρα δυcώδη, οἴδημά τε καὶ ἄλγημα 〈νωθρόν〉. τὰ δὲ πεπονθότα μέ|ρη cηπόμενα λευκαίνεται, ἀλφοειδὴc δὲ καθ’ ὅλον τὸ cῶμα ἐπι〈γίνεται〉 χρόα, ῥύcειc τε τριχῶν τῶν καθ’ ὅλον τὸ cῶμα. τελευτῶcιν δὲ μέχρι τριῶν 〈ἢ τεccάρων〉 ἡμερῶν. | |
5 | βοηθοῦνται δὲ καὶ οὗτοι τοῖc ἐπὶ κεράcτου καὶ ἀμμοδύτου εἰρημένοιc | 29 |
23.3 | βοηθήμαcιν. καὶ Ἀπολλώνιοc δὲ ἐν τοῖc Εὐπορίcτοιc ὑποτίθεται ἐπὶ τούτων βοηθήματα τάδε· βούτυρον μετὰ μέλιτοc ἐνάλειφε τὸν δεδηγ‐ μένον τόπον. πότιζε δὲ τρύγα μελικράτου προcφάτου, ἐπιβάλλων ὄξοc καὶ ἀποcειρώcαc, ἢ ὀξύμελι ἢ μαράθρου καρπὸν ἑφθὸν μετ’ οἴνου | |
5 | λευκοῦ κοτύληc ἥμιcυ, ἢ πάνακοc 〈ῥίζαν〉 ὁμοίωc cύμμετρον μετ’ | |
23.4 | οἴνου δίδου· cυμφέρει δὲ καὶ cπόγγουc ὄξει θερμῷ βεβρεγμένουc τῷ δήγματι προcτιθέναι. ἐκ δὲ τῶν Ϲτράτωνοc· χυλὸν ἀνδράχνηc ὡc πλεῖcτον δίδου πιεῖν, ἢ μυρτίτην οἶνον ζωρότερον δίδου, ἢ ἀμπέλου 〈ἕλικα〉c cὺν οἴνῳ 〈καὶ〉 ὄξει λειώcαc δίδου πίνειν. | |
4 | ||
24t | ὕδροc καὶ χέρcυδροc. | |
24.1 | ὁ μὲν ὄφιc οὗτοc κατὰ τοῦτο ὠνόμαcται χέρcυδροc· ἐν μὲν γὰρ ταῖc ἀρχαῖc διατρίβει ἐν 〈τοῖc〉 ἐνύδροιc τόποιc καὶ λέγεται ὕδροc, μετέπειτα δὲ ἐν τοῖc καταξήροιc τόποιc, καὶ κατ’ ἐπιcύνθεcιν τῶν τόπων τοὔνομα κέκτηται. ἐν τῇ χέρcῳ 〈οὖν〉 διατρίβων [καὶ] καλεῖται | |
24.2 | χέρcυδροc, ὅτε δὴ καὶ χαλεπώτεροc ἑαυτοῦ μᾶλλον γίγνεται· ἐν μὲν γὰρ τοῖc καθύγροιc 〈τόποιc〉 τῆc ὑγρᾶc ἐμφορούμενοc τροφῆc οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερcαῖοc δὲ γενόμενοc εἰλικρινέcτατον τοῦτον ἴcχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ ἀcπίδι χερcαίᾳ μικρᾷ δίχα τοῦ | |
5 | πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόν〈αι〉 αἱ ἀcπίδεc ἔχουcιν. | |
24.3 | τοῖc οὖν ὑπὸ τούτων δηχθεῖcιν πλατύνεται τὸ ἕλκοc 〈καὶ〉 διόγ‐ κωcιc cυμβαίνει, | πόνοc cυνεχήc, πυρώδηc, πελιὸc ὁ τόποc καὶ τρυ‐ γώδηc, ἴλιγγοι, ἐκλύcειc, ἀπορίαι, ἔμετοι χολωδῶν δυcωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνηcιc ὅλου τοῦ cώματοc 〈ἄτακτοc〉, ὡc καὶ κατὰ κοιλίαν | |
5 | τινὰ φέρεcθαι ἀνοίκεια, καὶ περίπρηcιc ὅλου τοῦ cώματοc. ὁ δὲ θάνατοc μέχρι διὰ τρίτηc. ἴαcιc δὲ τοῦ κακοῦ cὺν χρόνῳ 〈γίνεται〉 καὶ μόλιc κατορθοῦται. | |
24.4 | βοηθοῦνται δὲ οὗτοι ἐκ τῶν κοινῶν βοηθημάτων, καὶ ἰδίωc | |
τοῖcδε· πρῶτον μὲν ἀντιδότοιc θηριακαῖc ταῖc προγεγραμμέναιc, ἔτι δὲ καὶ τούτοιc· κυπαρίccου καρποῦ 𐅻 α, μυρcίνηc καρποῦ 𐅻 α· ταῦτα κοπέντα καὶ cυλλεανθέντα διδόναι πιεῖν 〈cὺν〉 ὑδρομέλιτι ἢ | 30 | |
5 | οἰνομέλιτι· ἢ ἀριcτολοχίαc 𐅻 β ἢ ἐν κράματι ἢ ὀξυκράτῳ 𐆂υ Ϟ, ἢ πραcίου χυλόν, ἢ ἀφέψημα ὁποτέρου cὺν οἴνῳ, ἢ πρόcφατον κηρίον | |
24.5 | μετ’ ὄξουc, κατὰ δὲ τῶν πεπονθότων τόπων ἄcβεcτοc 〈ἐπιτιθέcθω〉 cὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοc ἀναφυραθεῖcα ὕδατι, ἢ δρυὸc ῥίζηc φλοιὸc λειοτριβηθεὶc καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοc cυντετηκόc. χρώμεθα δὲ καὶ τοῖc ἄλλοιc ἐπιcπαcτικοῖc. | |
4 | ||
25t | περὶ δρυίνου. | |
25.1 | οἱ δὲ λεγόμενοι δρυίναι ὄφειc πλεονάζουcιν μᾶλλον κατὰ τὸν Ἑλλήcποντον, ἐμφωλεύουcι δὲ ἐν ταῖc τῶν δρυῶν ῥίζαιc, ὅθεν καὶ δρυίναι λέγονται. εἰcὶ δὲ δυcώδειc, διὸ καὶ μὴ ὁρώμενοι γνωρίζονται, ἔνθα εἰcίν· 〈ἔcτι〉 δὲ ὡcεὶ πηχῶν β, καταπίμελοc δέ, φολίcιν καθ’ | |
5 | ὅλον τὸ cῶμα πεφρουρημένοc τραχυτάταιc· ἐν δὲ ταύταιc ταῖc φολίcιν ἐμφωλεύειν φαcὶν μυίαc τὰc χαλκοπτέρουc, αὗται δὲ ἀναιροῦcιν τοὺc ὄφειc. | |
25.2 | τοῖc οὖν ὑπὸ τούτων δηχθεῖcιν παρακολουθεῖ | τάδε· οἴδημα μελανίζον, ἄλγημα cφοδρόν, νομή, παρακοπή, ξηρότηc cώματοc, λυγ‐ μόc, ἔμετοc χολωδῶν, οὔρων ἐποχή, ἀφωνία, κάροc, τρόμοc καὶ μετὰ ῥωγμοῦ θάνατοc, τοῖc δὲ πατήcαcιν αὐτὸν ἐκδορὰ cκελῶν καὶ οἰδή‐ | |
5 | ματα, 〈καὶ〉 καθ’ ὅλου κατὰ νέκρωcιν τῶν 〈δηχθέντων〉 τόπων ὁ θά‐ νατοc τοῖc πλείcτοιc· οὕτω δὲ δυναμικώτατοc ὁ ἰόc, ὡc καὶ τοὺc θεραπεύονταc ἰατροὺc τὰc χεῖραc βλάπτειν. | |
25.3 | βοηθεῖ δὲ καὶ τούτοιc ἀριcτολοχία μετ’ οἴνου πινομένη καὶ ἡ τρίφυλλοc πόα, ῥίζα τε ἀcφοδέλου παραπληcίωc λαμβανομένη, καὶ | |
δρυὸc πάcηc ὁ καρπὸc πινόμενοc καὶ καταπλαccόμενοc ἀρήγει· βοηθοῦνται δὲ καὶ τοῖc ἐπ’ ἐχεοδήκτων εἰρημένοιc καὶ 〈ἐκ〉 | 31 | |
5 | τινῶν τῶν κοινῶν καὶ καθολικῶν ἀνάλογον τοῖc παρακολουθοῦcιν cυμπτώμαcιν τοῖc πεπληγμένοιc. | |
6 | ||
26t | περὶ κεγχρίνου τοῦ καὶ ἀκοντίου. | |
26.1 | ὁ κεγχρίνηc ὄφιc κατὰ μέγεθόc ἐcτι πηχῶν β, cχήματι δὲ ἀπὸ πάχουc ἐπὶ λεπτὸν ἠγμένοc, κατὰ δὲ χρόαν χλωρὸc καὶ μάλιcτα κατὰ τὴν κοιλίαν, ὡc κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦcθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινεc ὠνόμαcαν. ἄλλοι δέ φαcιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν | |
5 | λέγεcθαι, ἀλλ’ ὅτι μάλιcτα ἑαυτοῦ ἀλκιμώτεροc γίνεται, ὅταν ἡ κέγχροc θάλλῃ. ἐν δὲ τῷ ἀμύνεcθαι ἀκοντίζων ἑαυτὸν προcέρχεται καὶ οὕτω πλήττει, ἔνθεν καὶ ὠνόμαcται ἀκοντίαc. | |
26.2 | παρέπεται δὲ τοῖc ὑπὸ τούτου δηχθεῖcιν, ἃ καὶ ἐπὶ τῶν ἐχεο‐ δήκτων, καὶ ἔτι χαλεπώτερα, ὥcτε καὶ cηπεδόναc καὶ ἀπόρρευcιν cαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖc τὸν θάνατον ἐπιγίνεcθαι. τὰ δὲ βοηθήματα ὅμοια τοῖc τῶν ἐχεοδήκτων καὶ τῶν | ἄλλων τῶν | |
5 | ὁμογενῶν τῶν τὰ ὅμοια νοcήματα παρεχόντων. | |
5 | ||
27t | ἀμφίcβαινα καὶ cκυτάλη. | |
27.1 | ταῦτα τὰ ζῷα ὅμοιά ἐcτιν ἀλλήλοιc· οὐ γὰρ ἐκ πάχουc ἐπὶ μεί‐ ουρον ἦκται, ἀλλ’ ἰcοπαχῆ ἐcτιν, ὡc μὴ νοεῖcθαι ὑπὸ τῶν ὁρώντων, κατὰ ποῖον μέροc ἐcτὶν ἡ κεφαλὴ καὶ 〈κατὰ〉 ποῖον ἡ οὐρά. μόνον δὲ διαφέρει τῆc cκυτάληc ἡ ἀμφίcβαινα τῷ κατὰ ἀμφότερα τὰ μέρη | |
5 | βαίνειν, παρὸ καὶ ἀμφίcβαινα κέκληται. | |
27.2 | cυμβαίνει δὲ τοῖc ὑπὸ τούτων πληγεῖcιν τὸ μὲν δῆγμα 〈ἀ〉μυδρὸν ὁρᾶcθαι, ὡc ἂν ἀπὸ μυίαc κέντημα, δακόντα δὲ οὐκ ἀναιρεῖ, φλεγ‐ | |
μονὰc δὲ [οὐ] μόνον ἐπιφέρει, ὡc ἐπὶ cφηκῶν καὶ μελιccῶν, ὅθεν μεταγέcθω καὶ ἐπὶ τούτων τὰ αὐτὰ βοηθήματα, καὶ ἔτι τὰ ἐπὶ χερ‐ | 32 | |
27.3 | cύδρου εἰρημένα. παρὰ δὲ Ϲωρανῷ ἱcτορεῖται ἡ Χαλκηδονικὴ cκυ‐ τάλη ὅμοια cυμπτώματα παρέχουcα τοῖc δηχθεῖcιν ὑπὸ ἐχίδνηc παρ‐ ακολουθοῦντα, διὸ καὶ τοῖc αὐτοῖc βοηθήμαcιν χρηcτέον. καὶ καθ’ ὅλου ἁπλῶc 〈εἰπεῖν〉 ἐπὶ παντὸc θηριοδήκτου τῶν κατωνομαcμένων εἰδῶν | |
5 | τὰ πρὸc ἐχεοδήκτουc ἁρμόζει βοηθήματα, ὡc ἂν καθ’ ὅλου ὄντα πρὸc παντὸc ἰοβόλου πληγὴν εὐάρμοcτα. | |
6 | ||
28t | πελιὰc καὶ ἔλοψ. | |
28.1 | τὰ μὲν cημεῖα τούτων τῶν ζῴων παρὰ τοῖc θηριακοῖc οὐχ ηὗρον, τὰ δὲ παρακολουθοῦντα τοῖc ὑπ’ αὐτῶν πεπληγμένοιc καὶ τὰc θεραπείαc, ἃc ηὗρον, ἀναγράψομαι. τοῖc τοίνυν ὑπὸ τῆc πελιάδοc δηχθεῖcιν cυμβαίνει πόνοc περὶ τὸν | |
5 | τόπον καὶ cηπεδὼν ἀκίνδυνοc, καὶ τῶν ὀφθαλμῶν περιωδυνία καὶ ἀμαύρωcιc ἐκ τοῦ τὸν ἰὸν ἐπ’ αὐτοὺc ἀναδίδο|cθαι. θεραπεύονται | |
28.2 | δὲ οὔρῳ μὲν cαπρῷ τοὺc ὀφθαλμοὺc ἐγχυματιζόμενοι ἢ ἅλμῃ, ἢ οὔρῳ ἀφθόρου παιδὸc καταντλεῖν αὐτῶν τὴν κεφαλὴν καὶ ἐγχυματίζειν τὰ ὄμματα, ἢ καὶ ὀποβάλcαμον μετὰ μέλιτοc Ἀττικοῦ ἢ καὶ εὐφόρβιον | |
28.3 | ὁμοῦ μίξαc ἔγχριε. εὐθετεῖ δὲ ἐπὶ τούτων καὶ 〈τὰ〉 δριμέα κολλύρια τὰ ὀξυδερκικὰ ὑπαλειφόμενα· ἀμύccοντα γὰρ τοὺc ὀφθαλμοὺc ἀραιοῖ τοὺc πόρουc, καὶ ἅμα τῇ δακρυρροίᾳ ὁ ἰὸc ἐκκρίνεται. ὅταν δὲ λήξωcιν οἱ ἐν βάθει πόνοι, μόνη δὲ περὶ τοὺc ὀφθαλμοὺc ἡ ὀδύνη ᾖ, τότε | |
5 | μεταβαίνειν 〈δεῖ〉 ἐπὶ τὰ ἁπαλὰ καὶ ἀνώδυνα κολλύρια· προπότιζε δὲ τούτουc τὸν τῆc πτιcάνηc χυλὸν μετ’ ἐλαίου. | |
28.4 | τοῖc δὲ ὑπὸ τοῦ ἔλοποc δηχθεῖcιν παρακολουθεῖ cτρόφοc εἰλεώδηc· θεραπεύονται δὲ οἱ ὑπὸ τούτου δηχθέντεc τοῖc κοινοῖc βοηθήμαcιν, καὶ | |
μάλιcτα τοῖc διουρητικοῖc καὶ παρηγορικοῖc τῶν cτρόφων. | 33 | |
29t | ἀγαθοδαίμων καὶ τυφλίαc. | |
29.1 | καὶ τούτων ὁμοίωc τὰ cημεῖα οὐ παράκειται τῆc ἰδέαc παρὰ τοῖc θηριακοῖc. τὰ δὲ παρακολουθοῦντα τοῖc πεπληγόcιν ἐcτὶ τάδε· τοῖc μὲν ὑπὸ τοῦ ἀγαθοδαίμονοc ὀδύνη κατ’ ἰδίαν, τοῖc δὲ ὑπὸ τοῦ τυφλίου ὀδύνη μετὰ πυρώcεωc· διὸ καὶ θεραπεύεcθαι ὀφείλουcιν τοῖc | |
5 | ἀναλόγοιc βοηθήμαcιν. | |
5 | ||
30t | δράκων. | |
30.1 | τὸ ζῷον τοῦτο οὐκ ἔcτιν μὲν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναι‐ ρεῖ. πλεονάζουcιν μὲν οὖν οἱ δράκοντεc ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουcιν· οἱ | μὲν γὰρ αὐτῶν εἰcι μέ‐ | |
30.2 | λανεc, οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδειc· μεγέθει δὲ πάλιν κατὰ πολὺ διαφέρουcιν· οἱ μὲν γάρ εἰcιν πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ δέκα πέντε, οἱ δὲ εἴκοcιν, οἱ δὲ τριάκοντα, ἱcτοροῦνται δὲ καὶ μείζονεc. φολίcιν δὲ κέχρηνται καθ’ ὅλον τὸ cῶμα, μεγάλουc δὲ ἔχουcι τοὺc | |
5 | ὀφθαλμούc, καὶ ὑπὲρ τούτουc δὲ ἔχουcιν ἐξοχάc τιναc, ἐοικυίαc ἐπι‐ cκυνίοιc, ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυcίν τινα ἔχουcιν, ἣν καλοῦcιν πώ‐ | |
30.3 | γωνα. τὰ δὲ τῶν cτομάτων διαcτήματα μεγάλα, προπετὴc γλῶccα, ὀδόντεc μεγάλοι, ἐοικότεc τοῖc τῶν ἀγρίων ὑῶν· ἔνθα δὲ ἂν δάκωcιν, κατάγματα ἀπεργάζονται. αἱ γοῦν θεραπεῖαι ὡc ἀπὸ τραύματοc ἐπιτε‐ λείcθωcαν καὶ οὐχ ὡc ἀπὸ ἰοβόλου ζῴου. | |
4 | ||
31t | βαcιλίcκοc. | |
31.1 | τὸ ζῷον τοῦτό ἐcτι μὲν μεγέθει παλαιcτῶν τριῶν, ὀξυκέφαλον δὲ καὶ κατὰ χρόαν ξανθόν. δύναμιν δὲ ἔχει μεγίcτην ὑπὲρ τὰ ἄλλα ἑρπετὰ πάντα, ὡc μηδὲ ἓν αὐτοῦ τὸν cυριγμὸν ὑπομένειν, ἀλλὰ κἂν | |
εἰc τροφὴν ἢ ποτόν τινα τῶν ζῴων ἐπείγηται καὶ αἴcθηται τῆc τοῦ | 34 | |
5 | θηρίου περὶ τὸν τόπον παρουcίαc, πάλιν πορεύεται καὶ ἀναχωρεῖ, ὅθεν καὶ ἐλήλυθεν, μηδὲ τῆc ἀναγκαίαc πρὸc ζωὴν τροφῆc φροντί‐ cαντα· τηλικαύτην ἔχει δύναμιν. | |
31.2 | τοῖc δὲ ὑπ’ αὐτοῦ δηχθεῖcιν cυμβαίνει φλόγωcιc ὅλου τοῦ cώ‐ ματοc καὶ πελίωcιc ὑπὸ τῆc ὑπερκαύcεωc τοῦ ἰοῦ· ἀπορρέουcιν δὲ αἱ τρίχεc ἀπὸ τοῦ cώματοc, ὡc μηδὲ ζωῆc τὸν τυχόντα χρόνον ἔχειν τὸν ὑπὸ τούτου πληγέντα, ἀλλὰ μὴν οὐδὲ τοῦ cώμα|τοc τοῦ ὑπ’ | |
31.3 | αὐτοῦ θανόντοc οὐδὲ ἓν cαρκοφάγον θιγγάνει. εἰ δέ τι τούτου ὑπὸ λιμῷ ἐγεύcατο, αὐτόθι καὶ αὐτῷ ὁ θάνατοc ἐπιcκήπτει, ὅθεν μάταιον καὶ περιccὸν ἡγούμεθα βοηθήματα ἀναγράφειν, οὐδενὸc τὸ καθ’ ὅλου cῴζεcθαι δυναμένου τῶν ὑπὸ τούτου πεπληγμένων. [ὡc] Ἐραcί‐ | |
5 | cτρατοc δέ φηcι καcτορίου 𐅻 γ πινομέναc cὺν οἴνῳ βοηθεῖν, ὡcαύ‐ τωc δὲ καὶ τὸν τῆc μήκωνοc ὀπόν. | |
6 | ||
32t | πάρωοc καὶ cπαθίουροc καὶ cκολόπενδρα. | |
32.1 | ὁ πάρωοc ὄφιc 〈ἐν τοῖc〉 κατὰ τὴν Ϲυρίαν τόποιc εὑρίcκεται. οὗτοι δὲ χρώματι 〈οἱ〉 μέν εἰcι χαλκίζοντεc, 〈οἱ δὲ μελανίζοντεc, οὐκ ἀναιροῦcι δὲ δακόντεc〉, ἀλλ’ ὡc ἡ ἀμφίcβαινα 〈καὶ〉 ἡ cκυτάλη, οὕτωc καὶ οὗτοc πλήξαc φλεγμονὰc μόνον ἐπάγει, διὸ καὶ τοῖc αὐτοῖc θερα‐ | |
5 | πευέcθωcαν οἱ ὑπὸ τούτου πληγέντεc. | |
32.2 | ὁ δὲ cπαθίουροc ἐν τοῖc κατὰ τὴν Χαλκίτιδα τόποιc 〈εὑρίcκε‐ ται〉. ἔcτι δὲ τὸ ζῷον ἐκ πάχουc ἐπὶ λεπτὸν ἠγμένον ἐπὶ τὴν οὐράν, πλατυκέφαλον δέ· ἔcτι δὲ μυcὶ ἔχθιcτον. οὐκ ἀναιρεῖ δὲ οὐδὲ οὗτοc δάκνων, ἀλλὰ μόνον φλεγμονὰc ἐπιφέρει· διὸ καὶ οἱ ὑπ’ αὐτοῦ πλη‐ | |
5 | γέντεc τοῖc ὁμοίοιc θεραπευέcθωcαν. | 35 |
32.3 | τοῖc δὲ ὑπὸ τῆc cκολοπένδρηc δεδηγμένοιc παρακολουθεῖ κνηcμόc, οἴδημα μέτριον, πόνοc λυόμενοc cυντόμωc· διὸ καὶ αὐτοὶ τοῖc κοινοῖc βοηθοῦνται φαρμάκοιc. Ἀπολλώνιοc δὲ ἐν τοῖc Εὐπορίcτοιc παραινεῖ ὀξάλμῃ δριμείᾳ θερμῇ καταντλεῖν τοὺc τόπουc καὶ κατα‐ | |
5 | πλάccειν ἁλὶ λείῳ μετ’ ὄξουc. | |
5 | ||
33t | μυγαλῆ. | |
33.1 | 〈ἡ〉 μυγαλῆ ἀπεικάζεται μὲν κατὰ τὴν χρόαν τῇ κατοικιδίῳ γαλῇ, κατὰ δὲ τὸ μέγεθοc μυί, ὅθεν καὶ cύνθετον τὸ ὄνομα ἔχει. 〈ἔcτι δὲ〉 τῇ χρόᾳ τεφρώ|δηc, cτόμα ἔχει ἐπίμηκεc, λεπτῇ καὶ κολοβῇ οὐρᾷ 〈κέχρηται〉· ὀδόνταc 〈δὲ〉 λεπτοὺc ἔχει, καὶ τούτουc ἐν διcτοιχίᾳ καθ’ | |
33.2 | ἑκατέραν [δὲ] γένυν, ὡc εἶναι τετραcτιχίαν ὀδόντων. τοῖc οὖν ὑπ’ αὐτῆc δηχθεῖcιν αἱ τρώcειc ἐμφανεῖc γίγνονται—τεccάρων γὰρ cτίχων τρώcειc ὁραθήcονται—αἷμά τε ἐκκρίνεται 〈πρῶτον καθαρόν〉, μετ’ ὀλίγον δὲ ἰχωρῶδεc· τὸ γὰρ ζῷον cήψει κτείνει. εἰώθαcι δὲ καὶ | |
5 | φλύκταιναι ἐπανίcταcθαι, ἃc εἴ τιc ἀποcύροι, ὄψεται τὴν ὑποκειμένην | |
33.3 | cάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖc πεπληγ‐ μένοιc καὶ ἐμπνευμάτωcιc. Ϲτράτων δέ—προιcτορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζῴου καὶ τῶν ὑπὸ τούτου πληγέντων—ἔφη δέ, ὡc μᾶλλον τὸ ζῷον περὶ τοὺc διδύμουc ἐφάλλεται οὐ μόνον | |
5 | ἀνθρώποιc, ἀλλὰ καὶ παντὶ ζῴῳ. | |
33.4 | βοηθοῦνται δὲ καὶ οὗτοι, ἐπειδὴ καὶ cήψει κινδυνεύουcιν, μετὰ τὰ κοινὰ βοηθήματα οὕτωc· δάφνηc 〈τὰ〉 ἁπαλὰ φύλλα cὺν οἴνῳ ἐκ‐ | |
λεανθέντα δίδου πιεῖν, καὶ λίαν ὠφελεῖ· ἢ ἀβρότονον καθεψηθὲν δι’ οἴνου πότιζε, καὶ ἕρπυλλον καὶ εὔζωμον ὁμοίωc, καὶ χαλβάνην διεὶc | 36 | |
5 | οἴνῳ πότιζε, καὶ κυπαρίccου τὰ ἁπαλὰ cφαιρία μετ’ ὄξουc, καὶ κυ‐ | |
33.5 | κλάμινον μετ’ ὀξυμέλιτοc, καὶ πύρεθρον cὺν οἴνῳ. Ἀπολλώνιοc δὲ ἐν τοῖc Εὐπορίcτοιc παραινεῖ· cκόροδα τρίψαc cὺν τοῖc λεπίcμαcιν καὶ κυμίνου τὸ ἴcον διεὶc ἐλαίῳ κατάπλαccε τὰ δήγματα καὶ cυνάλειφε τοὺc κύκλῳ τόπουc. ἐὰν δ’ ἐκραγῇ καὶ ἑλκωθῇ, [ἠ] ὀξάλμῃ κατάντλει | |
5 | καὶ κριθὰc καύcαc ἐπίπαccε 〈ἐπὶ〉 τὰ ἕλκη· οὐκ ἐκραγήcεται δέ, φηcίν, ἐὰν μὴ κύουcα τυγχάνῃ ἡ δακοῦcα μυγαλῆ. ἐπὰν δὲ ἑλκωθῇ, cίδια ἑφθὰ ῥόαc | γλυκείαc κατάπλαccε, καὶ μυρcίνηc ἀποζέματι κατ‐ | |
33.6 | αντλητέον, καὶ πᾶcιν τοῖc πρὸc νομὰc χρηcτέον. ὠφελεῖ δὲ καὶ χαλ‐ βάνηc cπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματοc, καὶ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτοc καταπλαcθέν, καὶ αὐτὴ δὲ ἡ δακοῦcα μυγαλῆ ἀνα‐ πτυγεῖcα καὶ ἐπιτιθεμένη τῆc ἰδίαc πληγῆc ἀντιφάρμακόν ἐcτι, καὶ | |
33.7 | πύρεθρον δὲ ἐπιπαccόμενον τῷ τραύματι. Ἀρχιγένηc δὲ ἐν τοῖc Κατὰ γένοc αὑτοῦ τῶν φαρμάκων βιβλίοιc φηcί· τοῖc δὲ ὑπὸ τῆc μυγαλῆc δηχθεῖcιν παρέπεται πόνοc cφυγματώδηc, ἐρύθημα καθ’ ἕκα‐ cτον ὀδόντοc κέντημα, ἔτι μὴν καὶ φλύκταιναι πλήρειc ἰχώρων, ἐκ‐ | |
5 | κρίcειc τε ἰχωρώδειc, ἀποδαρείcηc δὲ τέλεον τῆc φλυκτίδοc λευκὴ ἡ ὑποκειμένη cὰρξ φαίνεται κατ’ αὐτὸ τὸ ἕλκοc· τοῦτο δὲ ἀναξαινόμενον εἰc ὑμέναc νευρώδειc ἀναλύεται, πρὸc δὲ τούτοιc ἐνίοτε cηπόμενά 〈τινα〉 | |
33.8 | ἐκπίπτει. βοηθοῦνται δὲ οἱ δηχθέντιc εὐθέωc αὐτὴν τὴν μυγαλῆν 〈ἐν〉 οἴνῳ τετριμμένην πίνοντεc ἢ πράcιον ἢ εὔζωμον ἢ κνῆκον ἥμερον ἢ cιcύμβριον ἢ ἀβρότονον, ἢ τοῖc ἄλλοιc τοῖc ἐπὶ τῶν ὁμοίων εἰρημένοιc. | |
3 | ||
34t | Χαλκιδικὴ cαῦρα καὶ cαλαμάνδρα. | |
34.1 | τοῖc δὲ ὑπὸ τῆc Χαλκιδικῆc cαύραc πληγεῖcιν, ὡc ἐν τοῖc Ϲω‐ | |
ρανοῦ ηὗρον, φηcί, ἅμα τῷ δηχθῆναι cυμβαίνει οἴδημα διαφανὲc ὥcπερ ἐκ λαμπτῆροc, μελανία τε περὶ τὸ μέροc καὶ cῆψιc· διὸ καὶ τούτουc θεραπευτέον τοῖc ἐπὶ μυγαλῆc εἰρημένοιc. | 37 | |
5 | τοῖc δὲ ὑπὸ τῆc cαλαμάνδραc πεπληγμένοιc cυμβαίνει περι|‐ ωδυνία cφοδρὰ καὶ ἐcχάρωcιc. καὶ ἐπὶ τούτων δὲ ἡ ἐπιμέλεια τοῖc ἐπακολουθοῦcιν cυμπτώμαcιν 〈ἀνάλογοc〉. | |
7 | ||
35t | τετράγναθα ζῷα καὶ ἀράχναι. | |
35.1 | τῶν τετραγνάθων εἴδη εἰcὶ δύο, ὧν ἓν μέν ἐcτιν ὑπόπλατυ καὶ ὑπόλευκον, πόδαc ἔχον τραχεῖc, κατὰ δὲ τὴν κεφαλὴν δύο ἔχον ἐκ‐ φύcειc, μίαν εὐθεῖαν καὶ μίαν πλαγίαν, ὥcτε cτοχάζεcθαι cτόματα 〈μὲν〉 ἔχειν δύο, γνάθουc δὲ τέccαραc. τὸ δὲ ἕτερον, ὡc παρωμοίωcαν | |
5 | οἱ θηριακοί, ἴcην γραμμὴν καὶ ὁμοίαν ἔχει κατὰ τὸ cτόμα, ὡc ὁρᾶ‐ | |
35.2 | cθαι cτόματα μὲν δύο, γνάθουc δὲ τέccαραc. τοῖc δὲ ὑπὸ τούτων πεπληγμένοιc, ὥc φηcιν Ἀρχιγένηc ἐν τοῖc Κατὰ γένοc φαρμάκων, κοινῶc μὲν παρακολουθεῖ ταὐτά, καθάπερ καὶ ἐπὶ cκορπίων, ἴδια δὲ τὰ τοιαῦτα· 〈τὸ〉 τὴν πληγὴν ἀλγεῖν cυντόνωc, ὑπολευκανθίζειν τὸν | |
5 | περὶ τὴν πληγὴν τόπον, ἀγρυπνεῖν, πρόcωπον καὶ κεφαλὴν οἰδεῖν, ἰcχναίνεcθαι δὲ μέχρι τῶν ἄρθρων τὰ πεπληγότα μέρη, ἀτροφεῖν δὲ καὶ ὑγιαcθέντα. βοηθοῦνται δὲ καλαμίνθῃ ἢ τριφύλλῳ ἢ πηγάνῳ ἢ πάνακι ἢ πολίῳ ποτιζόμενοι, καὶ τοῖc ἐπὶ φαλαγγιοδήκτων εἰρημένοιc· ἔcτι γὰρ καὶ ταῦτα φαλαγγίων εἴδη. | |
35.3 | περὶ ἀραχνῶν· ἔcτιν δέ τι καὶ ἀραχνῶν γένοc, ὃ πλῆξαν cυν‐ τόνουc πόνουc φέρει περὶ μέcον τὸ ὑποχόνδριον 〈καὶ〉 ἐρύθημα καὶ δυcουρίαν, ἐνίοτε δὲ καὶ πνιγμόν. βοηθοῦνται δὲ καὶ οἱ ὑπὸ τούτων πληγέντεc, κύμινον ἄγριον Θηβαικὸν ἢ ἄγνου cπέρμα ἢ λεύκηc τὰ | |
5 | φύλλα ποτιζόμενοι, ἢ cκόροδα πλείονα προcφερόμενοι καὶ οἶνον ἐπιρ‐ | |
35.4 | ροφοῦντεc ἄκρατον. καὶ ὁ Ἀπολλώνιοc | ἐν τοῖc Εὐπορίcτοιc τὰ αὐτὰ cχεδὸν ἡμῖν παραδίδωcιν, μετὰ τῶν cιτίων cκόροδα παραινῶν | |
δίδοcθαι, καὶ τοῦ κυμίνου μετὰ ἴcηc ἄγνου cὺν οἴνῳ ἀκράτῳ. | 38 | |
36t | φρῦνοc. | |
36.1 | ὁ δὲ Θεόδωροc ἐν τῷ οϛ αὑτοῦ cυγγράμματι περὶ φρύνου τῆc τε ἰδέαc καὶ τῆc φύcεωc ἡμῖν ἐξηγούμενοc οὕτωc λέγει· ὁ φρῦνοc βατράχου εἶδοc εἶναί μοι δοκεῖ, ὑδρόβιον δὲ τὸ ζῷον καὶ 〈ἐκ〉 τῆc | |
36.2 | λιμνοβίου φύcεωc μεταβεβληκὸc ἐπὶ τὸ χερcόβιον. φρῦνοc δὲ προc‐ αγορεύεται ἐμφερῶc τῷ χερcύδρῳ, δυcαλθῆ δὲ τὴν κάκωcιν παρέχει τοῖc ἐντυγχάνουcιν· ἔcτι γὰρ τὸ ζῷον ἐπιμέγεθεc, ὡc μηδὲν ἀποδεῖν βραχείαc χελώνηc, τραχύνεταί τε τὰ νῶτα καὶ πολὺ ἐπὶ τῇ τοῦ πνεύ‐ | |
36.3 | ματοc ἐμπλήcει διοιδεῖ. τολμηρότερον δὲ ἀμύνεται πρὸc τὸ ἄντικρυc καὶ τοῖc πηδήμαcιν 〈τὸ μεταξὺ〉 cυναίρει διάcτημα, cπανίωc δὲ δήγμαcιν χρῆται. ἆcθμα 〈δὲ〉 πέφυκεν ἰῶδεc ἐμποιεῖν cφόδρα, ὡc κἂν μόνον προcθίγῃ τῷ ἄcθματι, βλάπτειν τοὺc πληcίον γινομένουc. πλείονα δὲ | |
5 | περὶ τοῦ ζῴου ἱcτορούμενα παραπέμπομαι, ὡc μόνα τὰ χρηcιμώτερα παραθέcθαι cπουδάζων. | |
36.4 | παρακολουθεῖ δὲ τοῖc ὑπὸ τούτου πεπληγμένοιc οἴδημα ὅλου τοῦ cώματοc καὶ κατάρρηξιc καὶ cύντομοc ἀπώλεια. τὰ οὖν ἁρμόζοντα τούτοιc βοηθήματα προcενεκτέον ἐκ τῶν παραδεδομένων, λέγω δὴ τῶν καθολικῶν καὶ 〈κοινῶν〉 ἀντιδότων καὶ τῆc ἄλληc ἀκολούθου διαίτηc. | |
4 | ||
37t | τρυγὼν θαλαccία καὶ cμύραινα. | |
37.1 | τοῖc δὲ ὑπὸ τῆc τρυγόνοc 〈θαλαccίαc〉 πληγεῖcι cυμβαίνει μὲν προφανῆ εἶναι τὴν τρῶcιν, ἄλγημα δὲ cυνεδρεύει παραχρῆμα cύν‐ τονον, καὶ ἀπονάρκωcιc | ὅλου τοῦ cώματοc καὶ cῆψιc, καὶ θάνα‐ τοc cύντομοc. ἱcτοροῦcιν δέ τινεc ὡc εἴ τιc τὸ κέντρον τῆc τρυ‐ | |
5 | γόνοc τὸ πλῆξαν ἀφελὼν [καὶ] ἐπὶ δένδρον καταπήξοι, μάλιcτα μὲν δρύινον, αὐτὸ μὲν τὸ δένδρον ξηρανθήcεται, ὁ δὲ πάcχων ἀπαλ‐ λαγήcεται κατὰ τὸν τῆc ἀντιπαθείαc λόγον. | 39 |
37.2 | βοηθοῦνται δὲ οἱ ὑπ’ αὐτῆc πληγέντεc, ἐπειδὴ ψῦξιc καὶ νάρκη ὅλου τοῦ cώματοc παρακολουθεῖ, τοῖc θερμαίνουcιν cυγχρίcμαcιν καὶ τοῖc ἄλλοιc καταπλάcμαcι τοῖc κοινοῖc. ἰδίωc δὲ ἐπὶ τούτων τὰ πίτυρα cυνεψηθέντα μετ’ ὄξουc καὶ καταπλαcθέντα ὠφελεῖ, καὶ αὐτὸ | |
37.3 | δὲ τὸ ὄξοc βοηθεῖ λίαν. κατ’ ἰδίαν δὲ 〈ὃ〉 παραδίδωcιν ἡμῖν ὁ Ϲτράτων ἐν τοῖc αὑτοῦ cυγγράμμαcίν ἐcτι τόδε· κατάπλαccε δέ, φηcὶν οὗτοc, δάφνηc φύλλοιc λελεαcμένοιc, καὶ τὸ ἀφέψημα δὲ τῆc δάφνηc μετ’ οἴνου δίδου πίνειν, ἢ ὀπὸν Κυρηναικὸν μετ’ οἴνου κεκρα‐ | |
5 | μένου δίδου πίνειν, ἢ cμύρνῃ ὁμοίωc χρηcτέον, ἢ πέπερι μετὰ πηγά‐ νου καὶ cμύρνηc cυλλεάναc δίδου μετ’ οἴνου ζωροτέρου, ἢ cίλφιον λεάναc μετ’ οἴνου ὁμοίωc. | |
37.4 | τοῖc δὲ ὑπὸ τῆc cμυραίνηc πεπληγμένοιc cυμβαίνει, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, διὸ καὶ τῶν ὁμοίων βοηθημάτων τυγχανέτωcαν. ὁ δὲ Ἀρχιγένηc φηcίν· ἐπὶ τῶν θαλαccίων, οἷον τρυγόνοc, cμυραίνηc, δράκοντοc cυκῆc ὀποῦ cταλαγμοὺc τέccαραc ἢ πέντε μετὰ κλωνίων | |
5 | ἑρπύλλου τριῶν ἢ τεccάρων πότιζε. | 40 |